previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δεσποτῶν πρὸς αὐτοὺς συμπαθείας ἀντιπαθείας ἐκ τοῦ κακοδαιμονοῦντος ζῳδίου λαμβάνεται, καὶ τῆς τῶν ἐπιθεωρούντων τὸν τόπον ἀστέρων κατά τε τὴν γένεσιν αὐτὴν καὶ κατὰ τὰς ἐπεμβάσεις διαμετρήσεις φυσικῆς ἐπιτηδειότητος, καὶ μάλισθ̓ ὅταν οἱ τοῦ δωδεκατημορίου κυριεύσαντες ἤτοι συμφωνῶσι τοῖς αὐθεντικοῖς τόποις τῆς γενέσεως ἐναντίους ποιῶνται τοὺς συσχηματισμούς. [p. 422]


Περὶ ξενιτείας δὲ περὶ ξενιτείας τόπος καταλαμβάνεται διὰ τῆς τῶν φωτῶν πρὸς τὰ κέντρα στάσεως, ἀμφοτέρων μέν, μάλιστα δὲ τῆς σελήνης. δύνουσα γὰρ ἀποκεκλικυῖα τῶν κέντρων ξενιτείας καὶ τόπων μεταβολὰς ποιεῖ. δύναται δὲ τὸ παραπλήσιον ἐνίοτε καὶ τοῦ Ἄρεως ἤτοι δύνων καὶ αὐτὸς ἀποκεκλικὼς τοῦ κατὰ κορυφήν, ὅταν τοῖς φωσὶ διάμετρον τετράγωνον ἔχῃ στάσιν. ἐὰν δὲ καὶ κλῆρος τῆς τύχης ἐν τοῖς ποιήσασι τὴν ἀποδημίαν ζῳδίοις ἐκπέσῃ, καὶ τοὺς βίους ὅλους καὶ τὰς ἀναστροφὰς καὶ τὰς πράξεις ἐπὶ τῆς ξένης ἔχοντες διατελοῦσιν. ἀγαθοποιῶν μὲν οὖν ἐπιθεωρούντων τοὺς εἰρημένους τόπους ἐπιφερομένων αὐτοῖς, ἐνδόξους ἕξουσι καὶ ἐπικερδεῖς τὰς ἐπὶ ξένης πράξεις καὶ τὰς ἐπανόδους ταχείας καὶ ἀνεμποδίστους: κακοποιῶν δέ, ἐπιπόνους

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: