previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Περὶ τροπικῶν καὶ ἰσημερινῶν καὶ στερεῶν καὶ δισώμων ζῳδιων Τούτων δὲ οὕτω προεκτεθέντων ἀκόλουθον ἂν εἴη συνάψαι καὶ τὰς αὐτῶν τῶν τοῦ ζωδιακοῦ δωδεκατημορίων παραδεδομένας φυσικὰς ἰδιοτροπίας. αἱ μὲν γὰρ ὁλοσχερέστεραι καθ̓ ἕκαστον αὐτῶν κράσεις ἀνάλογον ἔχουσι ταῖς κατ̓ αὐτὰ γινομέναις ὥραις, συνίστανται δέ τινες αὐτῶν ἰδιότητες ἀπό τε τῆς πρὸς τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας οἰκειώσεως, ὡς ἐν τοῖς ἐφεξῆς διελευσόμεθα, προτάξαντες τὰς κατὰ τὸ ἀμιγὲς αὐτῶν μόνων τῶν δωδεκατημορίων καθ̓ αὑτά τε καὶ πρὸς ἄλληλα θεωρουμένας δυνάμεις. Πρῶται μὲν τοίνυν εἰσὶ διαφοραὶ τῶν καλουμένων τροπικῶν καὶ ἰσημερινῶν καὶ στερεῶν καὶ δισώμων. [p. 66] δύο μὲν γάρ ἐστι τροπικά, τό τε πρῶτον ἀπὸ τῆς θερινῆς τροπῆς λ μοῖρον, τὸ τοῦ Καρκίνου: καὶ τὸ πρῶτον ἀπὸ τῆς χειμερινῆς τροπῆς, τὸ κατὰ τὸν Αἰγόκερων. ταῦτα δὲ ἀπὸ τοῦ συμβεβηκότος εἴληφε τὴν ὀνομασίαν. τρέπεται γὰρ ἐν ταῖς ἀρχαῖς αὐτῶν γινόμενος ἥλιος, ἐπιστρέφων εἰς τὰ ἐναντία τὴν κατὰ πλάτος πάροδον, καὶ κατὰ μὲν τὸν Καρκίνον θέρος ποιῶν, κατὰ δὲ τὸν Αἰγόκερων χειμῶνα. δύο δὲ καλεῖται ἰσημερινά, τό τε ἀπὸ τῆς ἐαρινῆς ἰσημερίας πρῶτον δωδεκατημόριον, τὸ τοῦ Κριοῦ, καὶ τὸ ἀπὸ τῆς μετοπωρινῆς τὸ τῶν Χηλῶν,

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: