previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πρὸς ὅν φασιν αὐτῶν τὰ χρονικὰ ἐπιμερίζεσθαι, οὐδένα οἰκεῖον οὐδὲ εὐαπόδεκτον ἔχει λόγον. [p. 94] ἐὰν δὲ καὶ τούτῳ τῷ κατὰ τὴν ἐπισυναγωγὴν ἀριθμῷ πιστεύσωμεν, ὡς ἄντικρυς ὑπ̓ Αἰγυπτίων ὁμολογουμένῳ, πολλαχῶς μὲν καὶ ἄλλως τῆς κατὰ τὸ ζῴδιον ποσότητος ἐναλλασσομένης, αὐτὸς ἀριθμὸς ἂν συναγόμενος εὑρεθείη. καὶ πιθανολογεῖν δὲ καὶ σοφίζεσθαί τινες ἐπιχειροῦσι περὶ αὐτῶν, ὅτι κατὰ παντὸς κλίματος ἀναφορικὸν λόγον οἱ καθ̓ ἕκαστον ἀστέρα συσχηματιζόμενοί πως χρόνοι τὴν αὐτὴν ἐπισυνάγουσι ποσότητα, ψεῦδός ἐστι. πρῶτον μὲν γὰρ ἀκολουθοῦσι τῇ κοινῇ πραγματείᾳ καὶ τῇ πρὸς ὁμαλὰς ὑπεροχὰς τῶν ἀναφορῶν συνισταμένῃ, μὴ κατὰ μικρὸν ἐγγὺς οὔσῃ τῆς ἀληθείας: καθ̓ ἣν ἐπὶ τοῦ διὰ τῆς κάτω χώρας τῆς Αἰγύπτου παραλλήλου τὸ μὲν τῆς Παρθένου καὶ τῶν Χηλῶν δωδεκατημόριον ἐν λη χρόνοις ἑκάτερον καὶ ἔτι τρίτῳ θέλουσιν ἀναφέρεσθαι, τὸ δὲ τοῦ Λέοντος καὶ τοῦ Σκορπίου ἑκάτερον ἐν λε, δεικνυμένου διὰ τῶν γραμμῶν ὅτι ταῦτα μὲν ἐν πλείοσι τῶν λε χρόνων ἀναφέρεται, τὸ δὲ τῆς Παρθένου καὶ τὸ τῶν Χηλῶν ἐν ἐλάττοσιν: ἔπειτα καὶ οἱ τοῦτο ἐπιχειρήσαντες κατασκευάζειν οὐκέτι φαίνονται κατηκολουθηκότες οὐδ̓ οὕτω τῇ παρὰ τοῖς πλείστοις φερομένῃ ποσότητι τῶν ὁρίων, κατὰ πολλὰ διηναγκασμένοι καταψεύσασθαι:

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: