previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Αἰγόκερῳ καὶ τῷ τοῦ Κρόνου: διὸ φιλοκτήματοι μέν, οὐχ ἥμεροι δὲ οὕτως, οὐδὲ κοινωνικοὶ τοῖς νόμοις. Τοῦ δὲ δευτέρου τεταρτημορίου τοῦ κατὰ τὸ νότιον μέρος τῆς μεγάλης Ἀσίας τὰ μὲν ἄλλα μέρη τὰ περιέχοντα Ἰνδικήν, Ἀριανήν, Γεδρωσίαν, Παρθίαν, Μηδίαν, Περσίδα, Βαβυλωνίαν, Μεσοποταμίαν, Ἀσσυρίαν, καὶ τὴν θέσιν ἔχοντα πρὸς νοταπηλιώτην τῆς ὅλης οἰκουμένης, εἰκότως καὶ αὐτὰ συνοικειοῦται μὲν τῷ νοταπηλιωτικῷ τριγώνῳ τοῦ Ταύρου καὶ Παρθένου καὶ Αἰγόκερω, οἰκοδεσποτοῦνται δὲ ὑπὸ τοῦ τῆς Ἀφροδίτης καὶ τοῦ Κρόνου ἐπὶ ἑῴων σχηματισμῶν: διόπερ καὶ τὰς φύσεις τῶν ἐν αὐτοῖς ἀκολούθως ἄν τις εὕροι τοῖς ὑπὸ τῶν οὕτως οἰκοδεσποτησάντων ἀποτελουμένας: σέβουσί τε γὰρ τὸν μὲν τῆς Ἀφροδίτης Ἴσιν ὀνομάζοντες, τὸν δὲ τοῦ Κρόνου Μίθραν ἥλιον. καὶ προθεστίζουσιν οἱ πολλοὶ τὰ μέλλοντα: καθιεροῦνταί τε παῤ [p. 140] αὐτοῖς τὰ γεννητικὰ μόρια διὰ τὸν τῶν προκειμένων ἀστέρων συσχηματισμὸν σπερματικὸν ὄντα φύσει. ἔτι δὲ θερμοὶ καὶ ὀχευτικοὶ καὶ καταφερεῖς πρὸς τὰ ἀφροδίσια τυγχάνουσιν: ὀρχηστικοί τε καὶ πηδηταὶ καὶ φιλόκοσμοι μὲν διὰ τὸν τῆς Ἀφροδίτης, ἁβροδίαιτοι δὲ διὰ τὸν τοῦ Κρόνου. ἀναφανδὸν δὲ ποιοῦνται καὶ οὐ κρύβδην τὰς πρὸς τὰς γυναῖκας συνουσίας διὰ τὸ ἑῷον τοῦ σχηματισμοῦ, τὰς δὲ

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: