previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


αὐτὴν πονηροὶ καταφαίνονται. ἀλλ̓ ὅμως ἐναργές ἐστιν ὅτι κἂν διερευνητικῶς τις ὡς ἔνι μάλιστα καὶ γνησίως τοῖς μαθήμασι προσέρχηται, πολλάκις πταίειν αὐτὸν ἐνδέχεται, δἰ οὐδὲν μὲν τῶν εἰρημένων, δἰ αὐτὴν δὲ τὴν τοῦ πράγματος φύσιν καὶ τὴν πρὸς τὸ μέγεθος τῆς ἐπαγγελίας ἀσθένειαν. καθ̓ ὅλου γὰρ πρὸς τῷ τὴν περὶ τὸ ποιὸν τῆς ὕλης θεωριαν πᾶσαν εἰκαστικὴν εἶναι καὶ οὐ διαβεβαιωτικήν, καὶ μάλιστα τὴν ἐκ πολλῶν ἀνομοίων συγκιρναμένην, ἔτι καὶ τοῖς παλαιοῖς τῶν πλανωμένων συσχηματισμοῖς, ἀφ̓ ὧν ἐφαρμόζομεν τοῖς ὡσαύτως ἔχουσι τῶν νῦν τὰς ὑπὸ τῶν προγενεστέρων ἐπ̓ ἐκείνων παρατετηρημένας προτελέσεις, παρόμοιοι μεν δύνανται γίνεσθαι μᾶλλον ἧττον καὶ οὗτοι διὰ μακρῶν περιόδων, ἀπαράλλακτοι δὲ οὐδαμῶς, τῆς πάντων ἐν τῷ οὐρανῷ μετὰ τῆς γῆς κατὰ τὸ ἀκριβὲς συναποκαταστάσεως, εἰ μή τις κενοδοξοίη [p. 16] περὶ τὴν τῶν ἀκαταλήπτων κατάληψιν καὶ γνῶσιν. μηδ̓ ὅλως μὴ κατά γε τὸν αἰσθητὸν ἀνθρώπῳ χρόνον ἀπαρτιζομένης, ὡς διὰ τοῦτο τὰς προρρήσεις ἀνομοίων ὄντων τῶν ὑποκειμένων παραδειγμάτων ἐνίοτε διαμαρτάνεσθαι. περὶ μὲν οὖν τὴν ἐπίσκεψιν τῶν κατὰ τὸ περιέχον γινομένων συμπτωμάτων, τοῦτ̓ ἂν εἴη μόνον τὸ δυσχερές, μηδεμιᾶς ἐνταῦθα συμπαραλαμβανομένης αἰτίας τῇ κινήσει τῶν οὐρανίων. περὶ δὲ τὰς γενεθλιολογικάς,

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: