previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


χωρῶν πόλεων λαμβανομένων. ἔσται δ̓ τρόπος τῆς ἐπισκέψεως τοιοῦτος: μὲν οὖν πρώτη καὶ ἰσχυροτάτη τῶν τοιούτων συμπτωμάτων αἰτία γίνεται παρὰ τὰς ἐκλειπτικὰς ἡλίου καὶ σελήνης συζυγίας καὶ τὰς ἐν αὐταῖς παρόδους τῶν ἀστέρων. τῆς δὲ προτελέσεως αὐτῆς τὸ μέν τί ἐστι τοπικόν, καθ̓ δεῖ προγινώσκειν ποίαις [p. 162] χώραις πόλεσιν αἱ κατὰ μέρος ἐκλείψεις καὶ τῶν πλανωμένων αἱ κατὰ καιροὺς ἔμμονοι στάσεις: αὗται δέ εἰσι Κρόνου τε καὶ Διὸς καὶ Ἄρεως, ὅταν στηρίζωσι: ποιοῦνται γὰρ τότε τὰς ἐπισημασίας: τὸ δέ τι χρονικόν, καθ̓ τὸν καιρὸν τῶν ἐπισημασιῶν καὶ τῆς παρατάσεως τὴν ποσότητα δεήσει προγινώσκειν: τὸ δέ τι γενικόν, καθ̓ προσήκει λαμβάνειν περὶ ποῖα τῶν γενῶν ἀποβήσεται τὸ σύμπτωμα: τελευταῖον δὲ τὸ εἰδικόν, καθ̓ τὴν αὐτοῦ τοῦ ἀποτελεσθησομένου ποιότητα θεωρήσομεν.


Περὶ τῆς τῶν διατιθεμένων χωρῶν ἐπισκέψεως Περὶ μὲν οὖν τοῦ πρώτου καὶ τοπικοῦ τὴν διάληψιν ποιησόμεθα τοιαύτην: κατὰ γὰρ τὰς γινομένας ἐκλειπτικὰς συζυγίας ἡλίου καὶ σελήνης, καὶ μάλιστα τὰς εὐαισθητοτέρας, ἐπισκεψόμεθα τόν τε ἐκλειπτικὸν τοῦ ζωδιακοῦ τόπον καὶ τὰς τῶν κατ̓ αὐτὸν τριγώνων συνοικειουμένας χώρας: καὶ ὁμοίως τίνες τῶν πόλεων ἤτοι ἐκ τῆς κατὰ τὴν

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: