previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πρὸς ἑκάτερον τῶν τόπων τὰς πλείους ἔχοντας, ὡς πρόκειται, συνοικειώσεις συμπαραληπτέον, προκρινομένου τοῦ τῆς ἐκλείψεως κυρίου εἰ δὲ πλείους εὑρίσκοιντο καθ̓ ἑκάτερον ἐφάμιλλοι, τὸν ἐπικεντρότερον χρηματιστικώτερον τῆς αἱρέσεως μᾶλλον ὄντα προκρινοῦμεν εἰς τὴν οἰκοδεσποτίαν. ἐπὶ δὲ τῶν ἀπλανῶν συμπαραληψόμεθα τόν τε αὐτῷ τῷ ἐκλειπτικῷ χρόνῳ συγκεχρηματικότα πρῶτον τῶν λαμπρῶν ἐπὶ τῆς παρῳχημένης κεντρώσεως κατὰ τοὺς διωρισμένους ἡμῖν ἐν τῇ πρώτῃ συντάξει τῶν ἐννέα τρόπων φαινομένους σχηματισμούς, καὶ τὸν ἐν τῇ φαινομένῃ κατὰ τὴν ἐκλειπτικὴν ὥραν διαθέσει, ἤτοι συνανατείλαντα συμμεσουρανήσαντα τῷ κατὰ τὰ ἑπόμενα κέντρῳ τοῦ τόπου τῆς ἐκλείψεως. Θεωρηθέντων δὲ οὕτως τῶν εἰς τὴν αἰτίαν τοῦ συμπτώματος παραλαμβανομένων ἀστέρων, συνεπισκεψώμεθα καὶ τὰς τῶν ζῳδίων μορφώσεις ἐν οἷς τε ἔκλειψις καὶ οἱ τὴν κυρίαν λαβόντες ἀστέρες ἔτυχον ὄντες, ὡς ἀπὸ τῆς τούτων ἰδιοτροπίας καὶ τοῦ ποιοῦ τῶν διατιθεμένων γενῶν ὡς ἐπὶ πᾶν λαμβανομένου. τὰ μὲν γὰρ ἀνθρωπόμορφα τῶν ζῳδίων τῶν τε περὶ τὸν διὰ μέσων τῶν ζῳδίων [p. 172] κύκλον καὶ τῶν κατὰ τοὺς ἀπλανεῖς ἀστέρας, περὶ τὸ τῶν ἀνθρώπων γένος ποιεῖ τὸ ἀποτελούμενον.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: