previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


διὰ δὲ τοῦ χρόνου τῆς ἐπιμονῆς τὴν παράτασιν τῶν συμπτωμάτων: διὰ δὲ τῆς πρὸς τὸν ἥλιον σχέσεως καὶ τὴν καταρχήν, ἐπειδήπερ ἑῷοι μὲν ἐπὶ πολὺ φαινόμεναι τάχιον ἐπισημαίνουσιν, ἑσπέριοι δὲ βράδιον.


Περὶ τῆς τοῦ ἔτους νουμηνίας Δεδειγμένης δὲ τῆς ἐφόδου τῆς περὶ τὰς καθ̓ ὅλου περιστάσεις χωρῶν τε καὶ πόλεων, λοιπὸν ἂν εἴη καὶ περὶ τῶν λεπτομερεστέρων ὑπομνηματίσασθαι: λέγω δὲ τῶν ἐνιαυσίως περὶ τὰς ὥρας ἀποτελουμένων, πρὸς ἢν ἐπίσκεψιν καὶ περὶ τῆς καλουμένης τοῦ ἔτους νουμηνίας ἁρμόζον ἂν εἴη προδιαλαβεῖν. ὅτι μὲν οὖν ἀρχὴν ταύτην εἶναι προσήκει τῆς τοῦ ἡλίου καθ̓ ἑκάστην περιστροφὴν ἀποκαταστάσεως, δῆλόν ἐστιν αὐτόθεν καὶ ἀπὸ τῆς δυνάμεως καὶ ἀπὸ τῆς ὀνομασίας. τίνα δ̓ ἄν τις ἀρχὴν ὑποστήσαιτο ἐν κύκλῳ μὲν αὐτὸ μόνον ἁπλῶς οὐδ̓ ἂν ἐπινοήσειεν, ἐν δὲ τῷ διὰ μέσον τῶν ζῳδίων μόνας ἂν εἰκότως ἀρχὰς λάβοι τὰ ὑπὸ τοῦ ἰσημερινοῦ καὶ τῶν τροπικῶν ἀφοριζόμενα σημεῖα, τουτέστι τά τε δύο ἰσημερινὰ καὶ τὰ δύο τροπικά. ἐνταῦθα μέντοι τις ἀπορήσειεν ἂν ἤδη, τίνι τῶν [p. 196] τεττάρων ὡς προηγουμένῳ χρήσαιτο. κατὰ μὲν οὖν τὴν ἁπλῆν καὶ κυκλικὴν φύσιν οὐδὲν αὐτῶν ἐστιν ὡς ἐπὶ μιᾶς ἀρχῆς προηγούμενον: κέχρηνται

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: