[13]
καὶ ἀπὸ καλῶν: κάλλος δὲ ὀνόματος τὸ μὲν ὥσπερ Λικύμνιος λέγει, ἐν τοῖς ψόφοις ἢ τῷ σημαινομένῳ, καὶ αἶσχος δὲ ὡσαύτως. ἔτι δὲ τρίτον ὃ λύει τὸν σοφιστικὸν λόγον: οὐ γὰρ ὡς ἔφη Βρύσων οὐθένα αἰσχρολογεῖν, εἴπερ τὸ αὐτὸ
σημαίνει τόδε ἀντὶ τοῦδε εἰπεῖν: τοῦτο γάρ ἐστιν ψεῦδος: ἔστιν γὰρ ἄλλο ἄλλου κυριώτερον καὶ ὡμοιωμένον μᾶλλον καὶ οἰκειότερον, τῷ ποιεῖν τὸ πρᾶγμα πρὸ ὀμμάτων. ἔτι οὐχ ὁμοίως ἔχον σημαίνει τόδε καὶ τόδε, ὥστε καὶ οὕτως ἄλλου ἄλλο κάλλιον καὶ αἴσχιον θετέον: ἄμφω μὲν γὰρ τὸ καλὸν
ἢ τὸ αἰσχρὸν σημαίνουσιν, ἀλλ᾽ οὐχ ᾗ καλὸν ἢ οὐχ ᾗ αἰσχρόν: ἢ ταῦτα μέν, ἀλλὰ μᾶλλον καὶ ἧττον. τὰς δὲ μεταφορὰς ἐντεῦθεν οἰστέον, ἀπὸ καλῶν ἢ τῇ φωνῇ ἢ τῇ δυνάμει ἢ τῇ ὄψει ἢ ἄλλῃ τινὶ αἰσθήσει. διαφέρει δ᾽ εἰπεῖν, οἷον ῥοδοδάκτυλος ἠὼς μᾶλλον ἢ φοινικοδάκτυλος,
ἢ ἔτι φαυλότερον ἐρυθροδάκτυλος.
Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
chapter:
This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Table of Contents:



Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ars Rhetorica. Aristotle. W. D. Ross. Oxford. Clarendon Press. 1959.
The Annenberg CPB/Project provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.