previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[3]

ἄλλος ἐκ τῶν πρὸς ἄλληλα: εἰ γὰρ θατέρῳ ὑπάρχει τὸ καλῶς δικαίως ποιῆσαι, θατέρῳ τὸ πεπονθέναι, καὶ εἰ τὸ
κελεῦσαι, καὶ τὸ πεποιηκέναι, οἷον ὡς τελώνης Διομέδων περὶ τῶν τελῶν, “εἰ γὰρ μηδ᾽ ὑμῖν αἰσχρὸν τὸ πωλεῖν, οὐδ᾽ ἡμῖν τὸ ὠνεῖσθαι”. καὶ εἰ τῷ πεπονθότι τὸ καλῶς δικαίως ὑπάρχει, καὶ τῷ ποιήσαντι. ἔστι δ᾽ ἐν τούτῳ παραλογίσασθαι: εἰ γὰρ δικαίως ἔπαθέν τι, δικαίως πέπονθεν, ἀλλ᾽ ἴσως οὐχ
ὑπὸ σοῦ: διὸ δεῖ σκοπεῖν χωρὶς εἰ ἄξιος παθὼν παθεῖν
καὶ ποιήσας ποιῆσαι, εἶτα χρῆσθαι ὁποτέρως ἁρμόττει: ἐνίοτε γὰρ διαφωνεῖ τὸ τοιοῦτον καὶ οὐδὲν κωλύει, ὥσπερ ἐν τῷ Ἀλκμαίωνι τῷ Θεοδέκτουμητέρα δὲ τὴν σὴν οὔ τις ἐστύγει βροτῶν;

φησὶ δὲ ἀποκρινόμενοςἀλλὰ διαλαβόντα χρὴ σκοπεῖν”:
ἐρομένης δὲ τῆς Ἀλφεσιβοίας πῶς, ὑπολαβών φησιντὴν μὲν θανεῖν ἔκριναν, ἐμὲ δὲ μὴ κτανεῖν.

καὶ περὶ Δημοσθένους δίκη καὶ τῶν ἀποκτεινάντων Νικάνορα: ἐπεὶ γὰρ δικαίως ἐκρίθησαν ἀποκτεῖναι, δικαίως ἔδοξεν ἀποθανεῖν. καὶ περὶ τοῦ Θήβησιν ἀποθανόντος, περὶ οὗ κελεύει
κρίνεσθαι εἰ δίκαιος ἦν ἀποθανεῖν, ὡς οὐκ ἄδικον ὂν τὸ ἀποκτεῖναι τὸν δικαίως ἀποθανόντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (E. M. Cope, 1877)
load focus English (J. H. Freese, 1926)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: