previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[4] καὶ ἔτι τέταρτον τὸ ψυχρὸν ἐν ταῖς μεταφοραῖς γίνεται: εἰσὶν γὰρ καὶ μεταφοραὶ ἀπρεπεῖς, αἱ μὲν διὰ τὸ γελοῖονχρῶνται γὰρ καὶ οἱ κωμῳδοποιοὶ μεταφοραῖς), αἱ δὲ διὰ τὸ σεμνὸν ἄγαν καὶ τραγικόν: ἀσαφεῖς δέ, ἂν πόρρωθεν, οἷον Γοργίαςχλωρὰ καὶ ἄναιμα τὰ πράγματα”, “σὺ
δὲ ταῦτα αἰσχρῶς μὲν ἔσπειρας κακῶς δὲ ἐθέρισας”: ποιητικῶς γὰρ ἄγαν. καὶ ὡς Ἀλκιδάμας τὴν φιλοσοφίανἐπιτείχισμα τῷ νόμῳ”, καὶ τὴν Ὀδύσσειανκαλὸν ἀνθρωπίνου βίου κάτοπτρον”, καὶοὐδὲν τοιοῦτον ἄθυρμα τῇ ποιήσει προσφέρων”: ἅπαντα γὰρ ταῦτα ἀπίθανα διὰ τὰ εἰρημένα.
τὸ δὲ Γοργίου εἰς τὴν χελιδόνα, ἐπεὶ κατ᾽ αὐτοῦ πετομένη ἀφῆκε τὸ περίττωμα, ἄριστα ἔχει τῶν τραγικῶν: εἶπε γὰραἰσχρόν γε, Φιλομήλα”. ὄρνιθι μὲν γάρ, εἰ ἐποίησεν, οὐκ αἰσχρόν, παρθένῳ δὲ αἰσχρόν. εὖ οὖν ἐλοιδόρησεν εἰπὼν ἦν, ἀλλ᾽ οὐχ ἔστιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (E. M. Cope, 1877)
load focus English (J. H. Freese, 1926)
hide References (1 total)
  • Cross-references in notes to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: