Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[26]
καίτοι εἴ τι ἔλεγον ὑγιές, οὐκ ἂν κατὰ τῆς ἐκείνου πονηρίας παρείχοντο μάρτυρας, ἧς οὐδέν μοι προσήκει φροντίζειν, ἀλλὰ τούτων ἂν ἀντελαμβάνοντο καὶ τοὺς λαβόντας ἀπεδείκνυσαν καὶ οὐδὲν ἂν αὐτῶν παρέλειπον. νῦν δ᾽ ὠμότατ᾽ ἀνθρώπων, ὁμολογοῦντες καταλειφθῆναι καὶ λαβόντες ὡς αὑτοὺς καὶ καρπωσάμενοι δέκ᾽ ἔτη τοὺς ἀνθρώπους, ἄρδην ὅλον τὸ ἐργαστήριον ἀφανίζουσι. καὶ ταῦθ᾽ ὡς ἀληθῆ λέγω, λαβέ μοι τὰς μαρτυρίας καὶ ἀναγίγνωσκε.“Μαρτυρίαι”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.