Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
καὶ τὸ μὲν κεφάλαιον τῶν ἀδικημάτων, ὡς ἂν συντομώτατ᾽ εἴποι τις, τοῦτ᾽ ἔστιν, ὦ ἄνδρες δικασταί: τὸ δὲ πλῆθος τῆς οὐσίας ὅτι τοῦτ᾽ ἦν τὸ καταλειφθέν, μέγιστοι μὲν αὐτοὶ μάρτυρές μοι γεγόνασιν: εἰς γὰρ τὴν συμμορίαν ὑπὲρ ἐμοῦ συνετάξαντο κατὰ τὰς πέντε καὶ εἴκοσι μνᾶς πεντακοσίας δραχμὰς εἰσφέρειν, ὅσονπερ Τιμόθεος ὁ Κόνωνος καὶ οἱ τὰ μέγιστα κεκτημένοι τιμήματ᾽ εἰσέφερον: δεῖ δὲ καὶ καθ᾽ ἕκαστον ὑμᾶς ἀκοῦσαι τά τ᾽ ἐνεργὰ αὐτῶν καὶ ὅσ᾽ ἦν ἀργὰ καὶ ὅσου ἦν ἄξι᾽ ἕκαστα. ταῦτα γὰρ μαθόντες ἀκριβῶς εἴσεσθε, ὅτι τῶν πώποτ᾽ ἐπιτροπευσάντων οὐδένες ἀναιδέστερον οὐδὲ περιφανέστερον ἢ οὗτοι τὰ ἡμέτερα διηρπάκασιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.