Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[27]
ὅτι τοίνυν οὐκ ἄπορος ἦν ὁ Μοιριάδης, οὐδ᾽ ἦν τῇ πατρὶ τοῦτο τὸ συμβόλαιον εἰς τἀνδράποδ᾽ ἠλιθίως συμβεβλημένον, μεγίστῳ τεκμηρίῳ γνώσεσθε: λαβὼν γὰρ ὡς ἑαυτὸν Ἄφοβος τοῦτο τὸ ἐργαστήριον, ὡς αὐτοὶ τῶν μαρτύρων ἠκούσατε, καὶ δέον αὐτόν, εἰ καί τις ἄλλος ἐβούλετ᾽ εἰς ταῦτα συμβαλεῖν, τοῦτον διακωλύειν ἐπίτροπόν γ᾽ ὄντα, αὐτὸς ἐπὶ τούτοις τοῖς ἀνδραπόδοις τῷ Μοιριάδῃ πεντακοσίας δραχμὰς ἐδάνεισεν, ἃς ὀρθῶς καὶ δικαίως παρ᾽ ἐκείνου κεκομίσθαι ὡμολόγηκεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.