previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[391α] ἀπολύειν, ἄλλως δὲ μὴ 'θέλειν.

οὔκουν δίκαιόν γε, ἔφη, ἐπαινεῖν τὰ τοιαῦτα.

ὀκνῶ δέ γε, ἦν δ᾽ ἐγώ, δι᾽ Ὅμηρον λέγειν ὅτι οὐδ᾽ ὅσιον ταῦτά γε κατὰ Ἀχιλλέως φάναι καὶ ἄλλων λεγόντων πείθεσθαι, καὶ αὖ ὡς πρὸς τὸν Ἀπόλλω εἶπεν—“ἔβλαψάς μ᾽ ἑκάεργε, θεῶν ὀλοώτατε πάντων:
σ᾽ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη:
Hom. Il. 22.15 [391β] καὶ ὡς πρὸς τὸν ποταμόν, θεὸν ὄντα, ἀπειθῶς εἶχεν καὶ μάχεσθαι ἕτοιμος ἦν, καὶ αὖ τὰς τοῦ ἑτέρου ποταμοῦ Σπερχειοῦ ἱερὰς τρίχαςΠατρόκλῳ ἥρωϊ”, ἔφη, “κόμην ὀπάσαιμι φέρεσθαιHom. Il. 23.151, νεκρῷ ὄντι, καὶ ὡς ἔδρασεν τοῦτο, οὐ πειστέον: τάς τε αὖ Ἕκτορος ἕλξεις περὶ τὸ σῆμα τὸ Πατρόκλου καὶ τὰς τῶν ζωγρηθέντων σφαγὰς εἰς τὴν πυράν, σύμπαντα ταῦτα οὐ φήσομεν ἀληθῆ εἰρῆσθαι, οὐδ᾽ ἐάσομεν [391ξ] πείθεσθαι τοὺς ἡμετέρους ὡς Ἀχιλλεύς, θεᾶς ὢν παῖς καὶ Πηλέως, σωφρονεστάτου τε καὶ τρίτου ἀπὸ Διός, καὶ ὑπὸ τῷ σοφωτάτῳ Χείρωνι τεθραμμένος, τοσαύτης ἦν ταραχῆς πλέως, ὥστ᾽ ἔχειν ἐν αὑτῷ νοσήματε δύο ἐναντίω ἀλλήλοιν, ἀνελευθερίαν μετὰ φιλοχρηματίας καὶ αὖ ὑπερηφανίαν θεῶν τε καὶ ἀνθρώπων.

ὀρθῶς, ἔφη, λέγεις.

μὴ τοίνυν, ἦν δ᾽ ἐγώ, μηδὲ τάδε πειθώμεθα μηδ᾽ ἐῶμεν λέγειν, ὡς Θησεὺς Ποσειδῶνος ὑὸς Πειρίθους τε Διὸς [391δ] ὥρμησαν οὕτως ἐπὶ δεινὰς ἁρπαγάς, μηδέ τιν᾽ ἄλλον θεοῦ παῖδά τε καὶ ἥρω τολμῆσαι ἂν δεινὰ καὶ ἀσεβῆ ἐργάσασθαι, οἷα νῦν καταψεύδονται αὐτῶν: ἀλλὰ προσαναγκάζωμεν τοὺς ποιητὰς μὴ τούτων αὐτὰ ἔργα φάναι τούτους μὴ εἶναι θεῶν παῖδας, ἀμφότερα δὲ μὴ λέγειν, μηδὲ ἡμῖν ἐπιχειρεῖν πείθειν τοὺς νέους ὡς οἱ θεοὶ κακὰ γεννῶσιν, καὶ ἥρωες ἀνθρώπων οὐδὲν βελτίους: ὅπερ γὰρ ἐν τοῖς πρόσθεν ἐλέγομεν, [391ε] οὔθ᾽ ὅσια ταῦτα οὔτε ἀληθῆ: ἐπεδείξαμεν γάρ που ὅτι ἐκ θεῶν κακὰ γίγνεσθαι ἀδύνατον.

πῶς γὰρ οὔ;

καὶ μὴν τοῖς γε ἀκούουσιν βλαβερά: πᾶς γὰρ ἑαυτῷ συγγνώμην ἕξει κακῷ ὄντι, πεισθεὶς ὡς ἄρα τοιαῦτα πράττουσίν τε καὶ ἔπραττον καὶ—“ ... οἱ θεῶν ἀγχίσποροι,
οἱ Ζηνὸς ἐγγύς, ὧν κατ᾽ Ἰδαῖον πάγον
Διὸς πατρῴου βωμός ἐστ᾽ ἐν αἰθέρι,
Aesch. Niobe Fr.καὶ—“οὔ πώ σφιν ἐξίτηλον αἷμα δαιμόνων.
Aesch. Niobeὧν ἕνεκα παυστέον τοὺς τοιούτους μύθους, μὴ ἡμῖν πολλὴν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (James Adam)
load focus English (1969)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: