previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[388α] καὶ ὅσοι κακοὶ τῶν ἀνδρῶν, ἵνα ἡμῖν δυσχεραίνωσιν ὅμοια τούτοις ποιεῖν οὓς δή φαμεν ἐπὶ φυλακῇ τῆς χώρας τρέφειν.

ὀρθῶς, ἔφη.

πάλιν δὴ Ὁμήρου τε δεησόμεθα καὶ τῶν ἄλλων ποιητῶν μὴ ποιεῖν Ἀχιλλέα θεᾶς παῖδα—“ἄλλοτ᾽ ἐπὶ πλευρᾶς κατακείμενον, ἄλλοτε δ᾽ αὖτε
ὕπτιον, ἄλλοτε δὲ πρηνῆ, ...
Hom. Il. 24.10-12τοτὲ δ᾽ ὀρθὸν ἀναστάντα πλωΐζοντ᾽ἀλύοντ᾽ ἐπὶ[388β]θῖν᾽ ἁλὸς ἀτρυγέτοιο,”Hom. Il. 24.12 μηδὲἀμφοτέραισιν χερσὶν ἑλόντα κόνιν αἰθαλόεσσαν χευάμενον κὰκ κεφαλῆςHom. Il. 18.23-24, μηδὲ ἄλλα κλαίοντά τε καὶ ὀδυρόμενον ὅσα καὶ οἷα ἐκεῖνος ἐποίησε, μηδὲ Πρίαμον ἐγγὺς θεῶν γεγονότα λιτανεύοντά τε καὶ—“ ... κυλινδόμενον κατὰ κόπρον,
ἐξονομακλήδην ὀνομάζοντ᾽ ἄνδρα ἕκαστον.
Hom. Il. 22.414-415πολὺ δ᾽ ἔτι τούτων μᾶλλον δεησόμεθα μήτοι θεούς γε ποιεῖν ὀδυρομένους καὶ λέγοντας[388ξ]ὤμοι ἐγὼ δειλή, ὤμοι δυσαριστοτόκεια:
Hom. Il. 18.54εἰ δ᾽ οὖν θεούς, μήτοι τόν γε μέγιστον τῶν θεῶν τολμῆσαι οὕτως ἀνομοίως μιμήσασθαι, ὥστε πόποι, φάναι, φίλον ἄνδρα διωκόμενον περὶ ἄστυ
ὀφθαλμοῖσιν ὁρῶμαι, ἐμὸν δ᾽ ὀλοφύρεται ἦτορ:
Hom. Il. 22.168καὶ—“αἲ αἲ ἐγών, τέ μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν
[388δ]

μοῖρ᾽ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι.

Hom. Il. 16.433-434
εἰ γάρ, φίλε Ἀδείμαντε, τὰ τοιαῦτα ἡμῖν οἱ νέοι σπουδῇ ἀκούοιεν καὶ μὴ καταγελῷεν ὡς ἀναξίως λεγομένων, σχολῇ ἂν ἑαυτόν γέ τις ἄνθρωπον ὄντα ἀνάξιον ἡγήσαιτο τούτων καὶ ἐπιπλήξειεν, εἰ καὶ ἐπίοι αὐτῷ τι τοιοῦτον λέγειν ποιεῖν, ἀλλ᾽ οὐδὲν αἰσχυνόμενος οὐδὲ καρτερῶν πολλοὺς ἐπὶ σμικροῖσιν παθήμασιν θρήνους ἂν ᾁδοι καὶ ὀδυρμούς. [388ε]

ἀληθέστατα, ἔφη, λέγεις.

δεῖ δέ γε οὔχ, ὡς ἄρτι ἡμῖν λόγος ἐσήμαινεν: πειστέον, ἕως ἄν τις ἡμᾶς ἄλλῳ καλλίονι πείσῃ.

οὐ γὰρ οὖν δεῖ.

ἀλλὰ μὴν οὐδὲ φιλογέλωτάς γε δεῖ εἶναι. σχεδὸν γὰρ ὅταν τις ἐφιῇ ἰσχυρῷ γέλωτι, ἰσχυρὰν καὶ μεταβολὴν ζητεῖ τὸ τοιοῦτον.

δοκεῖ μοι, ἔφη.

οὔτε ἄρα ἀνθρώπους ἀξίους λόγου κρατουμένους ὑπὸ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1969)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: