[974ξ]
τινα φύσιν ταύτης, τίς δέ ἐστιν καὶ πότε καὶ πῶς, οὐ πάνυ δυναμένης ἐξευρίσκειν. ἆρ᾽ οὐ τούτῳ σφόδρα προσέοιχ᾽ ἡμῶν ἡ περὶ σοφίαν ἀπορία καὶ ζήτησις, πλείων τῆς ἐλπίδος ἑκάστῳ γιγνομένη τῶν ὅσοι ἐν ἡμῖν δυνατοὶ γίγνονται φρονίμως αὑτοὺς ἄλλους τε ἐξετάσαι συμφώνως διὰ λόγων πάντων καὶ πάντῃ λεγομένων; ταῦτα οὐχ οὕτως ἢ ταύτῃ συμφήσομεν ἔχειν;
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.