[983ξ]
οὐρανὸν ἅπαντάς τε ἀστέρας ὄγκους τε ἐκ τούτων σύμπαντας, μὴ ψυχῆς πρὸς ἑκάστῳ γενομένης ἢ καὶ ἐν ἑκάστοις, εἶτα εἰς ἀκρίβειαν κατ᾽ ἐνιαυτὸν οὕτω πορεύεσθαι κατὰ μῆνάς τε καὶ ἡμέρας, καὶ σύμπαντα τὰ γιγνόμενα σύμπασιν ἡμῖν ἀγαθὰ γίγνεσθαι.
δεῖ δέ, ὅσῳ φλαυρότερόν ἐστ᾽ ἄνθρωπος, μή τοι ληροῦντά γε, σαφῶς δέ τι λέγοντα φαίνεσθαι. ῥύμας μὲν οὖν εἴ τις αἰτίας τινὰς ἐρεῖ σωμάτων ἢ φύσεις ἤ τι τοιοῦτον, οὐδὲν σαφὲς ἐρεῖ: τὸ δὲ παρ᾽ ἡμῶν εἰρημένον