[982α]
ἕκαστον αὐτῶν εἶναι καὶ θεῖον τὸ παράπαν ἐξ ἁπάσης ἀνάγκης, ἤ τινα μακραίωνα βίον ἔχειν ἱκανὸν ἑκάστῳ ζωῆς, ἧς οὐδέν τι πλείονος ἂν προσδεῖσθαί ποτε.νοήσωμεν οὖν πρῶτον, ὃ λέγομεν, δύο τὰ τοιαῦτα εἶναι ζῷα—πάλιν γὰρ λέγωμεν—ὁρατὰ μὲν ἀμφότερα, τὸ μὲν ἐκ πυρός, ὡς δόξειεν ἄν, ὅλον, τὸ δ᾽ ἐκ γῆς, καὶ τὸ μὲν γήινον ἐν ἀταξίᾳ, τὸ δ᾽ ἐκ πυρὸς ἐν τάξει πάσῃ κινούμενον. τὸ μὲν οὖν ἐν ἀταξίᾳ κινούμενον ἄφρον χρὴ νομίζειν, ὅπερ ὡς τὸ
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.