[986ε]
μήποτε φανῶμεν ψευδεῖς. βεβαίως δὴ διισχυρίζομαι τό γε τοσοῦτον. λέγω γὰρ πάλιν ὀκτὼ μὲν εἶναι, τῶν δὲ ὀκτὼ τρεῖς μὲν εἰρῆσθαι, πέντε δ᾽ ἔτι λοιπάς. ἡ τετάρτη δὲ φορὰ καὶ διέξοδος ἅμα καὶ πέμπτη τάχει μὲν ἡλίῳ σχεδὸν ἴση, καὶ οὔτε βραδυτέρα οὔτε θάττων τό γ᾽ ἐπίπαν. δεῖ τούτων τριῶν ὄντων τὸν νοῦν ἱκανὸν ἔχοντα ἡγεῖσθαι. λέγωμεν δὴ ταύτας ἡλίου τ᾽ εἶναι καὶ ἑωσφόρου, καὶ τρίτου—ὡς μὲν ὀνόματι φράζειν οὐκ ἔστιν διὰ τὸ μὴ γιγνώσκεσθαι, τούτου δ᾽ αἴτιος ὁ πρῶτος ταῦτα κατιδὼν βάρβαρος ὤν: παλαιὸς γὰρ δὴ
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.