[9]
Καρχηδόνιοι δὲ ταῦτα πυνθανόμενοι Ἀσδρούβαν μὲν τὸν Γέσκωνος ἐπὶ θήραν ἐλεφάντων ἐξέπεμπον, Μάγωνι δ᾽ ἀμφὶ τὴν Λιγυστίνην ξεναγοῦντι πεζοὺς ἀπέστελλον ἐς ἑξακισχιλίους καὶ ἱππέας ὀκτακοσίους καὶ ἐλέφαντας ἑπτά, καὶ προσέτασσον αὐτῷ μεθ᾽ ὅσων δύναιτο ἄλλων ἐσβαλεῖν ἐς Τυρρηνίαν, ἵνα τὸν Σκιπίωνα περισπάσειεν ἐκ Λιβύης. Μάγων μὲν δὴ καὶ τότε ἐβράδυνεν, Ἀννίβᾳ τε συνελθεῖν οὐ δυνάμενος πολὺ διεστῶτι, καὶ τὸ μέλλον ἀεὶ περιορώμενος. Ἀσδρούβας δ᾽ ἀπὸ τῆς θήρας ἐπανελθὼν κατέλεγε Καρχηδονίων τε καὶ Λιβύων ἐς ἑξακισχιλίους πεζοὺς ἑκατέρων καὶ ἱππέας ἑξακοσίους, δούλους τε ἠγόραζε πεντακισχιλίους, τὸ ναυτικὸν ἐρέσσειν, καὶ παρὰ τῶν Νομάδων ἔλαβε δισχιλίους ἱππέας, καὶ ξένους ἐμισθοῦτο, καὶ πάντας ἐγύμναζε, διακοσίους σταδίους ἀποσχὼν ἀπὸ Καρχηδόνος.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.