Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ὅθεν ἐπιστρέψας ἐπὶ τὸν Πύρρον ἦγεν ὡς ξένον
καὶ μισούμενον ὑπὸ τῶν Μακεδόνων, ἐπεὶ δὲ
παρεστρατοπέδευσεν αὐτόθι, πολλοὶ τῶν ἐκ τῆς
[p. 376]
Βεροίας ἀφικνούμενοι τὸν Πύρρον ἐνεκωμίαζον,
ὡς ἄμαχον μὲν ἐν τοῖς ὅπλοις καὶ λαμπρὸν ἄνδρα,
πράως δὲ καὶ φιλανθρώπως τοῖς ἡλωκόσι χρώμενον.
ἦσαν δέ τινες οὓς αὐτὸς ὁ Πύρρος
ἐγκαθίει προσποιουμένους εἶναι Μακεδόνας, καὶ
λέγοντας ὅτι νῦν καιρός ἐστι τῆς Δημητρίου
βαρύτητος ἀπαλλαγῆναι, πρὸς ἄνδρα δημοτικὸν
καὶ φιλοστρατιώτην μεταβαλομένους τὸν Πύρρον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.