Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ὁ δὲ ἐλπίδας ἐξ ἐλπίδων
ἀεὶ κυλίνδων, καὶ ταῖς μὲν εὐτυχίαις ἐπ᾽ ἄλλας
χρώμενος ἀφορμαῖς, ἃ δὲ ἔπταιεν ἑτέροις βουλόμενος
ἀναπληροῦν πράγμασιν, οὔτε ἧτταν οὔτε
νίκην ὅρον ἐποιεῖτο τοῦ ταράττεσθαι καὶ ταράττειν.
εὐθὺς οὖν ἀνεζεύγνυεν ἐπὶ τὸ Ἄργος: ὁ δὲ
Ἄρευς ἐνέδρας τε πολλὰς ὑφεὶς καὶ καταλαβὼν
τὰ χαλεπώτατα τῆς ὁδοῦ περιέκοπτε τοὺς Γαλάτας
καὶ τοὺς Μολοσσοὺς ὀπισθοφυλακοῦντας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.