Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
οὐ μὴν
ἀλλὰ καὶ τὸ στρατόπεδον ἔλαβε τῶν Ῥωμαίων
ἐκλιπόντων, καὶ πόλεις συμμαχίδας αὐτῶν προσηγάγετο,
καὶ χώραν πολλὴν διεπόρθησε, καὶ
προῆλθεν ὅσον μὴ πλέον σταδίων τριακοσίων
ἀποσχεῖν τῆς Ῥώμης. ἀφίκοντο δὲ αὐτῷ Λευ
κανῶν τε πολλοὶ καὶ Σαυνιτῶν μετὰ τὴν μάχην,
οὓς ἐμέμψατο μὲν ὑστερήσαντας, ἦν δὲ δῆλος
ἡδόμενος καὶ μέγα φρονῶν ὅτι μόνοις τοῖς μετ᾽
αὐτοῦ καὶ Ταραντίνοις ἐκράτησε τῆς μεγάλης
Ῥωμαίων δυνάμεως.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.