previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐλεγείων


1

1-4

ἄνα, Λητοῦς υἱέ, Διὸς τέκος, οὔποτε σεῖο
λήσομαι ἀρχόμενος οὐδ᾽ ἀποπαυόμενος,
ἀλλ᾽ αἰεὶ πρῶτόν τε καὶ ὕστατον ἔν τε μέσοισιν
ἀείσω: σὺ δέ μοι κλῦθι καὶ ἐσθλὰ δίδου.

5-10

5Φοῖβε ἄναξ, ὅτε μέν σε θεὰ τέκε πότνια Λητώ,
φοίνικος ῥαδινῇς χερσὶν ἐφαψαμένη,
ἀθανάτων κάλλιστον, ἐπὶ τροχοειδέϊ λίμνῃ,
πᾶσα μὲν ἐπλήσθη Δῆλος ἀπειρεσίη
ὀδμῆς ἀμβροσίης, ἐγέλασσε δὲ γαῖα πελώρη
γήθησεν δὲ βαθὺς πόντος ἁλὸς πολιῆς.

11-14

Ἄρτεμι θηροφόνη, θύγατερ Διός, ἣν Ἀγαμέμνων
εἵσαθ᾽ ὅτ᾽ ἐς Τροίην ἔπλεε νηυσὶ θοῇς,
εὐχομένῳ μοι κλῦθι, κακὰς δ᾽ ἀπὸ κῆρας ἄλαλκε:
σοὶ μὲν τοῦτο, θεά, σμικρόν, ἐμοὶ δὲ μέγα.

15-18

15Μοῦσαι καὶ Χάριτες, κοῦραι Διός, αἵ ποτε Κάδμου
ἐς γάμον ἐλθοῦσαι καλὸν ἀείσατ᾽ ἔπος:
ὅττι καλόν, φίλον ἐστι, τὸ δ᾽ οὐ καλὸν οὐ φίλον ἐστίν:’
τοῦτ᾽ ἔπος ἀθανάτων ἦλθε διὰ στομάτων.

19-38

Κύρνε, σοφιζομένῳ μὲν ἐμοὶ σφρηγὶς ἐπικείσθω
τοῖσδ᾽ ἔπεσιν, λήσει δ᾽ οὔποτε κλεπτόμενα,
οὐδέ τις ἀλλάξει κάκιον τοὐσθλοῦ παρεόντος,
ὧδε δὲ πᾶς τις ἐρεῖ: ‘Θεύγνιδός ἐστιν ἔπη
τοῦ Μεγαρέως πάντας δὲ κατ᾽ ἀνθρώπους ὀνομαστοῦ,’
ἀστοῖσιν δ᾽ οὔπω πᾶσιν ἁδεῖν δύναμαι:
οὐδὲν θαυμαστόν, Πολυπαΐδη: οὐδὲ γὰρ Ζεὺς
οὔθ᾽ ὕων πάντεσσ᾽ ἁνδάνει οὔτ᾽ ἀνέχων.
σοὶ δ᾽ ἐγὼ εὖ φρονέων ὑποθήσομαι, οἷά περ αὐτός,
Κύρν᾽, ἀπὸ τῶν ἀγαθῶν παῖς ἔτ᾽ ἐὼν ἔμαθον.
πέπνυσο, μηδ᾽ αἰσχροῖσιν ἐπ᾽ ἔργμασι μηδ᾽ ἀδίκοισιν
30τιμὰς μηδ᾽ ἀρετὰς ἕλκεο μηδ᾽ ἄφενος.
ταῦτα μὲν οὕτως ἴσθι: κακοῖσι δὲ μὴ προσομίλει
ἀνδράσιν, ἀλλ᾽ αἰεὶ τῶν ἀγαθῶν ἔχεο:
καὶ παρὰ τοῖσιν πῖνε καὶ ἔσθιε, καὶ μετὰ τοῖσιν
ἵζε καὶ ἅνδανε τοῖς, ὧν μεγάλη δύναμις.
35ἐσθλῶν μὲν γὰρ ἄπ᾽ ἐσθλὰ μαθήσεαι: ἢν δὲ κακοῖσιν
συμμίσγῃς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον.
ταῦτα μαθὼν ἀγαθοῖσιν ὁμίλεε, καὶ ποτε φήσεις
εὖ συμβουλεύειν τοῖσι φίλοισιν ἐμέ.

39-42

Κύρνε, κύει πόλις ἥδε, δέδοικα δὲ μὴ τέκῃ ἄνδρα
εὐθυντῆρα κακῆς ὕβριος ἡμετέρης.
ἀστοὶ μὲν γὰρ ἔθ᾽ οἵδε σαόφρονες, ἡγεμόνες δὲ
τετράφαται πολλὴν ἐς κακότητα πεσεῖν.

43-52

οὐδεμίαν πω, Κύρν᾽, ἀγαθοὶ πόλιν ὤλεσαν ἄνδρες:
ἀλλ᾽ ὅταν ὑβρίζειν τοῖσι κακοῖσιν ἅδῃ
δῆμόν τε φθείρωσι δίκας τ᾽ ἀδίκοισι διδῶσιν
οἰκείων κερδέων εἵνεκα καὶ κράτεος,
ἔλπεο μὴ δηρὸν κείνην πόλιν ἀτρεμιεῖσθαι
μηδ᾽ εἰ νῦν κεῖται πολλῇ ἐν ἡσυχίῃ,
εὖτ᾽ ἂν τοῖσι κακοῖσι φίλ᾽ ἀνδράσι ταῦτα γένηται
κέρδεα δημοσίῳ σὺν κακῷ ἐρχόμενα.
ἐκ τῶν γὰρ στάσιές τε καὶ ἔμφυλοι φόνοι ἀνδρῶν
μούναρχοί θ᾽: πόλει μήποτε τῇδε ἅδοι.

53-60

Κύρνε πόλις μὲν ἔθ᾽ ἥδε πόλις, λαοὶ δὲ δὴ ἄλλοι,
οἳ πρόσθ᾽ οὔτε δίκας ᾔδεσαν οὔτε νόμους,
ἀλλ᾽ ἀμφὶ πλευραῖσι δορὰς αἰγῶν κατέτριβον,
ἔζω δ᾽ ὥστ᾽ ἔλαφοι τῆσδ᾽ ἐνεμοντο πό εο ς.
καὶ νῦν εἰσ᾽ ἀγαθοί, πολυπαΐδη: οἱ δὲ πρὶν ἐσθλοὶ
νῦν δειλοί. τίς κεν ταῦτ᾽ ἀνεχοιτ᾽ ἐσορῶν;
ἀλλήλους δ᾽ ἀπατῶσιν ἐπ᾽ ἀλλήλοισι γελῶντες,
οὔτε κακῶν γνώμας εἰδότες οὔτ᾽ ἀγαθῶν.

61-68

μηδένα τῶνδε φίλον ποιεῦ, Πολυπαΐδη, ἀστῶν
ἐκ θυμοῦ χρείης εἵνεκα μηδεμιῆς:
ἀλλὰ δόκει μὲν πᾶσιν ἀπὸ γλώσσης φίλος εἶναι,
χρῆμα δὲ συμμείξῃς μηδενὶ μηδ᾽ ὁτιοῦν
σπουδαῖον: γνώσῃ γὰρ ὀϊζυρῶν φρένας ἀνδρῶν,
ὥς σφιν ἐπ᾽ ἔργοισιν πίστις ἔπ᾽ οὐδεμία,
ἀλλὰ δόλους τ᾽ ἀπάτας τε πολυπλοκίας τ᾽ ἐφίλησαν
οὕτως ὡς ἄνδρες μηκέτι σῳζόμενοι.

69-72

μήποτε, Κύρνε, κακῷ πίσυνος βούλευε σὺν ἀνδρί,
εὖτ᾽ ἂν σπουδαῖον πρῆγμ᾽ ἐθέλῃς τελέσαι,
ἀλλὰ μετ᾽ ἐσθλὸν ἰὼν βούλευ καὶ πολλὰ μογήσας
καὶ μακρὴν ποσσὶν, Κύρν᾽, ὁδὸν ἐκτελέσας.

73-74

πρῆξιν μηδὲ φίλοισιν ὅλως ἀνακοινέο πᾶσι:
παῦροί τοι πολλῶν πιστὸν ἔχουσι νόον.

75-76

75Παύροισιν πίσυνος μεγάλ᾽ ἀνδράσιν ἔργ᾽ ἐπιχείρει,
μή ποτ᾽ ἀνήκεστον, Κύρνε, λάβῃς ἀνίην.

77-78

πιστὸς ἀνὴρ χρυσοῦ τε καὶ ἀργύρου ἀντερύσασθαι
ἄξιος ἐν χαλεπῇ, Κύρνε, διχοστασίῃ.

79-82

παύρους εὑρήσεις, Πολυπαΐδη, ἄνδρας ἑταίρους
πιστοὺς ἐν χαλεποῖς πρήγμασι γινομένους,
οἵτινες ἂν τολμῷεν ὁμόφρονα θυμὸν ἔχοντες
ἶσον τῶν ἀγαθῶν τῶν τε κακῶν μετέχειν.

83-86

τούτων οὐχ εὕροις διζήμενος, οὐδ᾽ ἐπὶ πάντας
ἀνθρώπους, οὓς ναῦς μὴ μία πάντας ἄγοι,
οἷσιν ἐπὶ γλώσσῃ τε καὶ ὀφθαλμοῖσιν ἔπεστιν
αἰδώς, οὐδ᾽ αἰσχρὸν χρῆμ᾽ ἔπι κέρδος ἄγει.

87-92

μή μ᾽ ἔπεσιν μὲν στέργε νόον δ᾽ ἔχε καὶ φρένας ἄλλῃ,
εἴ με φιλεῖς καί σοι πιστὸς ἔνεστι νόος,
ἀλλὰ φίλει καθαρὸν θέμενος νόον, μ᾽ ἀποειπὼν
90ἔχθαιρ᾽ ἀμφαδίην νεῖκος ἀειράμενος.
ὃς δὲ μιῇ γλώσσῃ δίχ᾽ ἔχει νόον, οὗτος ἑταῖρος
δεινός, Κύρν᾽, ἐχθρὸς βέλτερος φίλος ὤν.

93-100

ἤν τις ἐπαινήσῃ σε τόσον χρόνον ὅσσον ὁρῴη
νοσφισθεὶς δ᾽ ἄλλῃ γλῶσσαν ἱῇσι κακήν,
τοιοῦτός τοι ἑταῖρος ἀνὴρ φίλος οὔτι μάλ᾽ ἐσθλός,
ὅς κ᾽ εἴπῃ λῷα φρονῇ δ᾽ ἕτερα.
ἀλλ᾽ εἴη τοιοῦτος ἐμοὶ φίλος, ὃς τὸν ἑταῖρον
γινώσκων ὀργὴν καὶ βαρὺν ὄντα φέρει
ἀντὶ κασιγνήτου. σὺ δέ μοι, φίλε, ταῦτ᾽ ἐνὶ θυμῷ
φράζεο, καί ποτέ μου μνήσεαι ἐξοπίσω.

101-104

μηδείς σ᾽ ἀνθρώπων πείσαι κακὸν ἄνδρα φιλῆσαι,
Κύρνε: τί δ᾽ ἔστ᾽ ὄφελος δειλὸς ἀνὴρ φίλος ὤν;
οὔτ᾽ ἄν σ᾽ ἐκ χαλεποῖο πόνου ῥύσαιτο καὶ ἄτης,
οὔτε τι ἐσθλὸν ἔχων τοῦ μεταδοῦν ἐθέλοι.

105-112

105δειλοὺς εὖ ἕρδοντι ματαιοτάτη χάρις ἐστίν:
ἶσον καὶ σπείρειν πόντον ἁλὸς πολιῆς.
οὔτε γὰρ ἂν πόντον σπείρων βαθὺ λήϊον ἀμῷς,
οὔτε κακοὺς εὖ δρῶν εὖ πάλιν ἀντιλάβοις.
ἄπληστον γὰρ ἔχουσι κακοὶ νόον: ἢν δ᾽ ἓν ἁμάρτῃς,
τῶν πρόσθεν πάντων ἐκκέχυται φιλότης:
οἱ δ᾽ ἀγαθοὶ τὸ κάκιστον ἀμαυρίσκουσι παθόντες,
μνῆμα δ᾽ ἔχουσ᾽ ἀγαθῶν καὶ χάριν ἐξοπίσω.

113-114

μήποτέ τοι κακὸν ἄνδρα φίλον ποιεῖσθαι ἑταῖρον,
ἀλλ᾽ αἰεὶ φεύγειν ὥστε κακὸν λιμένα.

115-116

115πολλοί τοι πόσιος καὶ βρώσιός εἰσιν ἑταῖροι,
ἐν δὲ σπουδαίῳ πρήγματι παυρότεροι.

117-118

κιβδήλου δ᾽ ἀνδρὸς γνῶναι χαλεπώτερον οὐδέν,
Κύρν᾽, οὐδ᾽ εὐλαβιης ἔσθ᾽ ὅτι δεῖ πλέονος.

119-128

χρυσοῦ κιβδήλοιο καὶ ἀργύρου ἀνσχετὸς ἄτη,
Κύρνε, καὶ ἐξευρεῖν ῥᾴδιον ἀνδρὶ σοφῷ:
εἰ δὲ φίλου νόος ἀνδρὸς ἐνὶ στήθεσσι λελήθῃ
ψυδρὸς ἐών, δόλιον δ᾽ ἐν φρεσὶν ἦτορ ἔχῃ,
τοῦτο θεὸς κιβδηλότατον ποίησε βροτοῖσιν,
καὶ γνῶναι πάντων τοῦτ᾽ ἀνιηρότατον.
οὐ γὰρ ἂν εἰδείης ἀνδρὸς νόον οὐδὲ γυναικός,
πρὶν πειρηθείης ὥσπερ ὑποζυγίου:
οὐδέ κεν εἰκάσσαις ὥσπερ ποτ᾽ ἐς ὤνιον ἐλθών:
πολλάκι γὰρ γνώμην ἐξαπατῶσ᾽ ἰδέαι.

129-130

μήτ᾽ ἀρετὴν εὔχου, Πολυπαΐδη, ἔξοχος εἶναι,
μήτ᾽ ἄφενος: μοῦνον δ᾽ ἀνδρὶ γένοιτο τύχη.

131-132

οὐδὲν ἐν ἀνθρώποισι πατρὸς καὶ μητρὸς ἄμεινον
ἔπλετο τοῖς ὁσίη, Κύρνε, μέμηλε δίκη.

133-142

οὐδείς, Κύρν᾽, ἄτης καὶ κέρδεος αἴτιος αὐτός,
ἀλλὰ θεοὶ τούτων δώτορες ἀμφοτέρων:
οὐδέ τις ἀνθρώπων ἐργάζεται ἐν φρεσὶν εἰδὼς
ἐς τέλος εἴτ᾽ ἀγαθὸν κίνυται εἴτε κακόν.
πολλάκι γὰρ δοκέων θήσειν κακὸν ἐσθλὸν ἔθηκεν
καί τε δοκῶν θήσειν ἐσθλὸν ἔθηκε κακόν.
οὐδέ τῳ ἀνθρώπων παραγίνεται ὅσσα θέλῃσιν:
ἴσχει γὰρ χαλεπῆς πείρατ᾽ ἀμηχανίης.
ἄνθρωποι δὲ μάταια νομίζομεν, εἰδοτες οὐδέν:
θ εο δὲ κατὰ σφέτερον πάντα τελοῦσι νόον.

143-144

οὐδείς πω ξεῖνον, Πολυπαΐδη, ἐξαπατήσας
οὐδ᾽ ἱκέτην θνητῶν ἀθανάτους ἔλαθεν.

145-148

145βούλεο δ᾽ εὐσεβέων ὀλίγοις σὺν χρήμασιν οἰκεῖν
πλουτεῖν ἀδίκως χρήματα πασάμενος.
ἐν δὲ δικαιοσύνῃ συλλήβδην πᾶσ᾽ ἀρετή 'στι,
πᾶς δέ τ᾽ ἀνὴρ ἀγαθός, Κύρνε, δίκαιος ἐών.

149-150

χρήματα μὲν δαίμων καὶ παγκάκῳ ἀνδρὶ δίδωσιν,
Κύρν᾽: ἀρετῆς δ᾽ ὀλίγοις ἀνδράσι μοῖρ᾽ ἕπεται.

151-152

Γ̔́βριν, Κύρνε, θεὸς πρῶτον κακῷ ὤπασεν ἀνδρί,
οὗ μέλλει χώρην μηδεμίαν θέμεναι.

153-154

τίκτει τοι κόρος ὕβριν, ὅταν κακῷ ὄλβος ἕπηται
ἀνθρώπῳ, καὶ ὅτῳ μὴ νόος ἄρτιος .

155-158

155μήποτέ μοι πενίην θυμοφθόρον ἀνδρὶ χολωθεὶς
μηδ᾽ ἀχρημοσύνην οὐλομένην πρόφερε:
Ζεὺς γάρ τοι τὸ τάλαντον ἐπιρρέπει ἄλλοτε ἄλλως,
ἄλλοτε μὲν πλουτεῖν, ἄλλοτε μηδὲν ἔχειν.

159-160

μήποτε, Κύρν᾽, ἀγορᾶσθαι ἔπος μέγα: οἶδε γὰρ οὐδεὶς
ἀνθρώπων ὅτι νὺξ χἠμέρη ἀνδρὶ τελεῖ.

161-164

πολλοί τοι χρῶνται δειλαῖς φρεσί, δαίμονι δ᾽ ἐσθλῷ,
οἷς τὸ κακὸν δοκέον γίγνεται εἰς ἀγαθόν:
εἰσὶν δ᾽ οἳ βουλῇ τ᾽ ἀγαθῇ καὶ δαίμονι δειλῷ
μοχθίζουσι, τέλος δ᾽ ἔργμασιν οὐχ ἕπεται.

165-166

165οὐδεὶς ἀνθρώπων οὔτ᾽ ὄλβιος οὔτε πενιχρὸς
οὔτε κακὸς νόσφιν δαίμονος οὔτ᾽ ἀγαθός.

167-168

ἄλλ᾽ ἄλλῳ κακόν ἐστι, τὸ δ᾽ ἀτρεκὲς ὄλβιος οὐδεὶς
ἀνθρώπων ὁπόσους ἠέλιος καθορᾷ.

169-170

ὃν δὲ θεοὶ τιμώσ᾽, ὃν χὠ μωμεύμενος αἰνεῖ:
ἀνδρὸς δὲ σπουδὴ γίνεται οὐδεμία.

171-172

θ εο ῖς εὔχου: θ εο ῖς ἐστιν ἔπι κράτος: οὔτοι ἄτερ θεῶ ν
γίνεται ἀνθρώποις οὔτ᾽ ἀγάθ᾽ οὔτε κακά.

173-178

ἄνδρ᾽ ἀγαθὸν πενίη πάντων δάμνησι μάλιστα
καὶ γήρως πολιοῦ, Κύρνε, καὶ ἠπιάλου:
ἣν δὴ χρὴ φεύγοντα καὶ ἐς βαθυκήτεα πόντον
ῥιπτεῖν καὶ πετρέων, Κύρνε, κατ᾽ ἠλιβάτων.
πᾶς γὰρ ἀνὴρ πενίῃ δεδμημένος οὔτε τι εἰπεῖν
οὔθ᾽ ἕρξαι δύναται, γλῶσσα δέ οἱ δέδεται.

179-180

χρὴ γὰρ ὁμῶς ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης
δίζησθαι χαλεπῆς, Κύρνε, λύσιν πενίης.

181-182

τεθνάμεναι, φίλε Κύρνε, πενιχρῷ βέλτερον ἀνδρὶ
ζώειν χαλεπῇ τειρόμενον πενίῃ.

183-192

κριοὺς μὲν καὶ ὄνους διζήμεθα, Κύρνε, καὶ ἵππους
εὐγενέας, καὶ τις βούλεται ἐξ ἀγαθῶν
πάσασθαι: γῆμαι δὲ κακὴν κακοῦ οὐ μελεδαίνει
ἐσθλὸς ἀνήρ, ἤν τις χρήματα πολλὰ διδῷ:
οὐδὲ γυνὴ κακοῦ ἀνδρὸς ἀναίνεται εἶναι ἄκοιτις
πλουσίου, ἀλλ᾽ ἀφνεὸν βούλεται ἀντ᾽ ἀγαθοῦ.
χρήματα γὰρ τιμῶσι: καὶ ἐκ κακοῦ ἐσθλὸς ἔγημεν
καὶ κακὸς ἐξ ἀγαθοῦ: πλοῦτος ἔμειξε γένος.
οὕτω μὴ θαύμαζε γένος, Πολυπαΐδη, ἀστῶν
μαυροῦσθαι: σὺν γὰρ μίσγεται ἐσθλὰ κακοῖς.

193-196

αὐτὸς τοιαύτην εἰδὼς κακόπατριν ἐοῦσαν
εἰς οἴκους ἄγεται χρήμασι πείθομενος,
εὔδοξος κακόδοξον, ἐπεὶ κρατερή μιν ἀνάγκη
ἐντύει, ἥτ᾽ ἀνδρὸς τλήμονα θῆκε νόον.

197-208

χρῆμα δ᾽ μὲν Διόθεν καὶ σὺν δίκῃ ἀνδρὶ γένηται
καὶ καθαρῶς, αἰεὶ παρμόνιμον τελέθει:
εἰ δ᾽ ἀδίκως παρὰ καιρὸν ἀνὴρ φιλοκερδέϊ θυμῷ
κτήσεται, εἴθ᾽ ὅρκῳ πὰρ τὸ δίκαιον ἑλών,
αὐτίκα μέν τι φέρειν κέρδος δοκεῖ, ἐς δὲ τελευτὴν
αὖθις ἔγεντο κακόν, θεῶ ν δ᾽ ὑπερέσχε νόος.
ἀλλὰ τάδ᾽ ἀνθρώπων ἀπατᾷ νόον: οὐ γὰρ ἐπ᾽ αὐτοῦ
τίνονται μάκαρες πρήγματος ἀμπλακίας:
ἀλλ᾽ μὲν αὐτὸς ἔτεισε κακὸν χρέος, οὐδὲ φίλοισιν
ἄτην ἐξοπίσω παισὶν ἐπεκρέμασεν:
ἄλλον δ᾽ οὐ κατέμαρψε δίκη: θάνατος γὰρ ἀναιδὴς
πρόσθεν ἐπὶ βλεφάροις ἕζετο κῆρα φέρων.

209-210

οὐδείς τοι φεύγοντι φίλος καὶ πιστὸς ἑταῖρος:
τῆς δὲ φυγῆς ἐστιν τοῦτ᾽ ἀνιηρότερον.

211-212

οἶνόν τοι πίνειν πουλὺν κακόν: ἢν δέ τις αὐτὸν
πίνῃ ἐπισταμένως, οὐ κακὸς ἀλλ᾽ ἀγαθός.

213-218

θυμέ, φίλους κατὰ πάντας ἐπίστρεφε ποικίλον ἦθος,
ὀργὴν συμμίσγων ἥντιν᾽ ἕκαστος ἔχει.
πουλύπου ὀργὴν ἴσχε πολυπλόκου, ὃς ποτὶ πέτρῃ
τῇ προσομιλήσῃ τοῖος ἰδεῖν ἐφάνη:
νῦν μὲν τῇδ᾽ ἐφέπου, τότε δ᾽ ἀλλοῖος χρόα γίνου.
κρέσσων τοι σοφίη γίνεται ἀτροπίης.

219-220

μηδὲν ἄγαν ἄσχαλλε ταρασσομένων πολιητέων,
Κύρνε, μέσην δ᾽ ἔρχευ τὴν ὁδὸν ὥσπερ ἐγώ.

221-226

ὅστις τοι δοκέει τὸν πλησίον ἴδμεναι οὐδέν,
ἀλλ᾽ αὐτὸς μοῦνος ποικίλα δήνἐ ἔχειν,
κεῖνός γ᾽ ἄφρων ἐστὶ νόου βεβλαμμένος ἐσθλοῦ.
ἴσως γὰρ πάντες ποικίλ᾽ ἐπιστάμεθα,
ἀλλ᾽ μὲν οὐκ ἐθέλει κακοκερδείῃσιν ἕπεσθαι,
τῷ δὲ δολοπλοκίαι μᾶλλον ἄπιστοι ἅδον.

227-232

πλούτου δ᾽ οὐδὲν τέρμα πεφασμένον ἀνθρώποισιν:
οἳ γὰρ νῦν ἡμῶν πλεῖστον ἔχουσι βίον,
διπλάσιον σπεύδουσι. τίς ἂν κορέσειεν ἅπαντας;
230χρήματά τοι θνητοῖς γίνεται ἀφροσύνη:
ἄτη δ᾽ ἐξ αὐτῆς ἀναφαίνεται, ἣν ὁπότε Ζεὺς
πέμψῃ τειρομένοις, ἄλλοτε ἄλλος ἔχει.

233-234

ἀκρόπολις καὶ πύργος ἐὼν κενεόφρονι δήμῳ,
Κύρν᾽, ὀλίγης τιμῆς ἔμμορεν ἐσθλὸς ἀνήρ.

235-236

235οὐδὲν ἔτι πρέπει ἧμιν ἅτ᾽ ἀνδράσι σῳζομένοισιν:
ἀλλ᾽ ὡς πάγχυ πόλει, Κύρνε, ἁλωσομένῃ.

237-254

σοὶ μὲν ἐγὼ πτέρ᾽ ἔδωκα, σὺν οἷς ἐπ᾽ ἀπείρονα πόντον
πωτήσει καὶ γῆν πᾶσαν ἀειρόμενος
ῥηϊδίως: θοίνῃς δὲ καὶ εἰλαπίνῃσι παρέσσῃ
240ἐν πάσαις, πολλῶν κείμενος ἐν στόμασιν,
καί σε σὺν αὐλίσκοισι λιγυφθόγγοις νέοι ἄνδρες
εὐκόσμως ἐρατοὶ καλά τε καὶ λιγέα
ᾁσονται. καὶ ὅταν δνοφερῆς ὑπὸ κεύθεσι γαίης
βῇς πολυκωκύτους εἰς Ἀΐδαο δόμους,
οὐδέποτ᾽ οὐδὲ θανὼν ἀπολεῖς κλέος, ἀλλὰ μελήσεις
ἄφθιτον ἀνθρώποις αἰὲν ἔχων ὄνομα,
Κύρνε, καθ᾽ Ἐλλάδα γῆν στρωφώμενος ἠδ᾽ ἀνὰ νήσους,
ἰχθυόεντα περῶν πόντον ἐπ᾽ ἀτρύγετον,
οὐχ ἵππων νώτοισιν ἐφήμενος, ἀλλά σε πέμψει
250ἀγλαὰ Μουσάων δῶρα ἰοστεφάνων
πᾶσιν ὅσοισι μέμηλε, καὶ ἐσσομένοισιν ἀοιδὴ
ἔσσῃ ὁμῶς, ὄφρ᾽ γῆ τε καὶ ἠέλιος.
αὐτὰρ ἐγὼν ὀλίγης παρὰ σεῦ οὐ τυγχάνω αἰδοῦς,
ἀλλ᾽ ὥσπερ μικρὸν παῖδα λόγοις μ᾽ ἀπατᾷς.

255-256

255κάλλιστον τὸ δικαιότατον, λῷστον δ᾽ ὑγιαίνειν,
πρᾶγμα δὲ τερπνότατον τοῦ τις ἐρᾷ τὸ τυχεῖν.

257-260

ἵππος ἐγὼ καλὴ καὶ ἀεθλίη, ἀλλὰ κάκιστον
ἄνδρα φέρω, καί μοι τοῦτ᾽ ἀνιηρότατον:
πολλάκι δ᾽ ἠμέλλησα διαρρήξασα χαλινὸν
φεύγεν, ἀπωσαμένη τὸν κακὸν ἡνίοχον.

261-266

οὔ μοι πίνεται οἶνος, ἐπεὶ παρὰ παιδὶ τερείνῃ
ἄλλος ἀνὴρ κατέχει πολλὸν ἐμοῦ κακίων:
ψυχρόν μοι παρὰ τῇδε φίλοι πίνουσι τοκῆες,
ὥστε κάμ᾽ ὑδρείῳ καί με γοῶσα φέρει,
ἔνθα μέσην περὶ παῖδα βαλὼν ἀγκῶν᾽ ἐφίλησα
δειρήν, δὲ τέρεν φθέγγετ᾽ ἀπὸ στόματος.

267-270

Γνωτή τοι πενίη γε καὶ ἀλλοτρίη περ ἐοῦσα:
οὔτε γὰρ εἰς ἀγορὴν ἔρχεται οὔτε δίκας:
πάντῃ γὰρ τοὔλασσον ἔχει, πάντῃ δ᾽ ἐπίμυκτος,
πάντῃ δ᾽ ἐχθρὴ ὁμῶς γίνεται ἔνθα περ .

271-278

ἴσως τοι τὰ μὲν ἄλλα θεοὶ θνητοῖς ἀνθρώποις
γῆρας τ᾽ οὐλόμενον καὶ νεότητ᾽ ἔδοσαν:
τῶν πάντων δ᾽ κάκιστον ἐν ἀνθρώποις θανάτου τε
καὶ πασέων νούσων ἐστὶ πονηρότερον,
275παῖδας ἐπεὶ θρέψαιο καὶ ἄρμενα πάντα παράσχοις,
χρήματα δ᾽ ἐγκαταθῇς πόλλ᾽ ἀνιηρὰ παθών,
τὸν πατέρ᾽ ἐχθαίρουσι, καταρῶνται δ᾽ ἀπολέσθαι,
καὶ στυγέουσ᾽ ὥσπερ πτωχὸν ἐσερχόμενον.

279-282

εἰκός τοι κακὸν ἄνδρα κακῶς τὰ δίκαια νομίζειν,
μηδεμίαν κατόπισθ᾽ ἁζόμενον νέμεσιν:
δειλῷ γάρ τ᾽ ἀπάλαμνα βροτῷ πάρα πόλλ᾽ ἀνελέσθαι
πὰρ ποδός, ἡγεῖσθαί θ᾽ ὡς καλὰ πάντα τιθεῖ.

283-292

ἀστῶν μηδενὶ πιστὸς ἐὼν πόδα τῶνδε πρόβαινε,
μήθ᾽ ὅρκῳ πίσυνος μήτε φιλημοσύνῃ,
μηδ᾽ εἰ Ζῆν᾽ ἐθέλῃ παρέχειν βασιλῆα μέγιστον
ἔγγυον ἀθανάτων πιστὰ τιθεῖν ἐθέλων.
οὐ γάρ τοι πόλει ὧδε καλοψόγῳ ἁνδάνει οὐδὲν
ὡς δί᾽ ὅτι ζῷεν πολλοὶ ἀνολβότερον:
νῦν δὲ τὰ τῶν ἀγαθῶν κακὰ γίνεται ἐσθλὰ κακοῖσιν
ἀνδράσιν: ἡγέονται δ᾽ ἐκτραπέλοισι νόμοις:
αἰδὼς μὲν γὰρ ὄλωλεν, ἀναιδείη δὲ καὶ ὕβρις
νικήσασα δίκην γῆν κατὰ πᾶσαν ἔχει.

293-294

οὐδὲ λέων αἰεὶ κρέα δαίνυται, ἀλλά μιν ἔμπης
καὶ κρατερόν περ ἐόνθ᾽ αἱρεῖ ἀμηχανίη.

295-298

295Κωτίλῳ ἀνθρώπῳ σιγᾶν χαλεπώτατον ἄχθος,
φθεγγόμενος δ᾽ ἀδδὴς οἷσι παρῇ πέλεται,
ἐχθαίρουσι δὲ πάντες, ἀναγκαίη δ᾽ ἐπίμειξις
ἀνδρὸς τοιούτου συμποσίῳ τελέθει.

299-300

οὐδεὶς λῇ φίλος εἶναι ἐπὴν κακὸν ἀνδρὶ γένηται,
οὐδ᾽ κ᾽ ἐκ γαστρός, Κύρνε, μιᾶς γεγόνῃ.

301-302

πικρὸς καὶ γλυκὺς ἴσθι καὶ ἁρπαλέος καὶ ἀπηνὴς
λάτρισι καὶ δμωσὶν γείτοσί τ᾽ ἀγχιθύροις.

303-304

οὐ χρὴ κιγκλίξειν ἀγαθὸν βίον, ἀλλ᾽ ἀτρεμίζειν,
τὸν δὲ κακὸν κινεῖν ἔστ᾽ ἄν ἐς ὄρθ᾽ ἐλάσῃς.

305-308

305τοὶ κακοὶ οὐ πάντες κακοὶ ἐκ γαστρὸς γεγόνασιν,
ἀλλ᾽ ἄνδρεσσι κακοῖς συνθέμενοι φιλίην
ἔργα τε δείλ᾽ ἔμαθον καὶ ἔπη δύσφημα καὶ ὕβριν,
ἐλπόμενοι κείνους πάντα λέγειν ἔτυμα.

309-312

ἐν μὲν συσσίτοισιν ἀνὴρ πεπνυμένος εἶναι,
πάντα δέ μιν λήθειν ὡς ἀπεόντα δοκεῖ:
εἰς δὲ φέρει τὰ γελοῖα, θύρηφι δὲ καρτερός ἐστι,
γινώσκων ὀργὴν ἥντιν᾽ ἕκαστος ἔχει.

313-314

ἐν μὲν μαινομένοις μάλα μαίνομαι, ἐν δὲ δικαίοις
πάντων ἀνθρώπων εἰμὶ δικαιότατος.

315-318

315πολλοί τοι πλουτοῦσι κακοί, ἀγαθοὶ δὲ πένονται:
ἀλλ᾽ ἡμεῖς τούτοις οὐ διαμειψόμεθα
τῆς ἀρετῆς τὸν πλοῦτον, ἐπεὶ τὸ μὲν ἔμπεδον αἰεί,
χρήματα δ᾽ ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει.

319-322

Κύρν᾽, ἀγαθὸς μὲν ἀνὴρ γνώμην ἔχει ἔμπεδον αἰεί,
τολμᾷ δ᾽ ἔν τε κακοῖς κείμενος ἔν τ᾽ ἀγαθοῖς:
εἰ δὲ θεὸς κακῷ ἀνδρὶ βίον καὶ πλοῦτον ὀπάσσῃ,
ἀφραίνων κακίην οὐ δύναται κατέχειν.

323-324

μήποτ᾽ ἐπὶ σμικρῇ προφάσει φίλον ἄνδρ᾽ ἀπολέσσαι
πειθόμενος χαλεπῇ, Κύρνε, διαιβολίῃ.

325-328

325εἴ τις ἁμαρτωλῇσι φίλων ἐπὶ παντὶ χολῷτο,
οὔποτ᾽ ἂν ἀλλήλοις ἄρθμιοι οὐδὲ φίλοι
εἶεν. ἁμαρτωλαὶ γὰρ ἐ᾽ ἀνθρώποισιν ἕπονται
θνητοῖς, Κύρνε: θεοὶ δ᾽ οὐκ ἐθέλουσι φέρειν.

329-330

χὠ βραδὺς ὢν εὔβουλος ἕλεν ταχὺν ἄνδρα διώκων,
Κύρνε, σὺν εὐθείῃ θεῶν δίκῃ ἀθανάτων.

331-332

ἥσυχος ὥσπερ ἐγὼ μέσσην ὁδὸν ἔρχεο ποσσίν,
μηδ᾽ ἑτέροισι δίδου, Κύρνε, τὰ τῶν ἑτέρων.

332α-332β

οὐκ ἔστιν φεύγοντι φίλος καὶ πιστὸς ἑταῖρος:
τῆς δὲ φυγῆς ἐστιν τοῦτ᾽ ἀνιηρότατον.

333-334

μήποτε φεύγοντ᾽ ἄνδρ᾽ ἐπὶ ἐλπίδι, Κύρνε, φιλήσῃς:
οὔτι γὰρ οἴκαδε βὰς γίνεται αὐτὸς ἔτι.

335-336

335μηδὲν ἄγαν σπεύδειν: πάντων μέσ᾽ ἄριστα: καὶ οὕτως,
Κύρν᾽, ἕξεις ἀρετήν, ἥντε λαβεῖν χαλεπόν.

337-340

Ζεύς μοι τῶν τε φίλων δοίη τίσιν οἵ με φιλεῦσιν,
τῶν τ᾽ ἐχθρῶν μεῖζον, Κύρνε, δυνησαμένων:
χοὔτως ἂν δοκέοιμι μετ᾽ ἀνθρώπων θεὸς εἶναι,
εἴ μ᾽ ἀποτεισάμενον μοῖρα κίχοι θανάτου.

341-350

ἀλλὰ Ζεῦ τέλεσόν μοι Ὀλύμπιε καίριον εὐχήν,
δὸς δέ μοι ἀντὶ κακῶν καί τι παθεῖν ἀγαθόν:
τεθναίην δ᾽ εἰ μή τι κακῶν ἄμπαυμα μεριμνέων
εὑροίμην, δοίην τ᾽ ἀντ᾽ ἀνιῶν ἀνίας.
αἶσα γὰρ οὕτως ἐστί: τίσις δ᾽ οὐ φαίνεται ἡμῖν
ἀνδρῶν οἳ τἀμὰ χρήματ᾽ ἔχουσι βίῃ
συλήσαντες: ἐγὼ δὲ κύων ἐπέρησα χαράδρην
χειμάρρῳ ποταμῷ πάντ᾽ ἀποσεισάμενος.
τῶν εἴη μέλαν αἷμα πιεῖν, ἐπί τ᾽ ἐσθλὸς ὄροιτο
δαίμων, ὃς κατ᾽ ἐμὸν νοῦν τελέσειε τάδε.

351-354

Ά̂ δειλὴ Πενίη, τί μένεις προλιποῦς α παρ᾽ ἄλλον
ἄνδρ᾽ ἰέναι; μὴ δή μ᾽ οὐκ ἐθέλοντα φίλει,
ἀλλ᾽ ἴθι καὶ δόμον ἄλλον ἐποίχεο, μηδὲ μεθ᾽ ἡμέων
αἰεὶ δυστήνου τοῦδε βίου μέτεχε.

355-360

355τόλμα, Κύρνε, κακοῖσιν, ἐπεὶ κἀσθλοῖσιν ἔχαιρες,
εὖτέ σε καὶ τούτων μοῖρ᾽ ἐπέβαλλεν ἔχειν:
ὡς δέ περ ἐξ ἀγαθῶν ἔλαβες κακόν, ὣς δὲ καὶ αὖτις
ἐκδῦναι πειρῶ θεοῖσιν ἐπευχόμενος,
μηδὲ λίην ἐπίφαινε: κακὸν δέ τι, Κύρν᾽, ἐπιφαίνων
παύρους κηδεμόνας σῆς κακότητος ἔχεις.

361-362

ἀνδρός τοι κραδίη μινύθει μέγα πῆμα παθόντος,
Κύρν᾽, ἀποτεινυμένου δ᾽ αὔξεται ἐξοπίσω.

363-364

εὖ κώτιλλε τὸν ἐχθρόν: ὅταν δ᾽ ὑποχείριος ἔλθῃ,
τεῖσαί νιν πρόφασιν μηδεμίαν θέμενος.

365-366

365ἴσχε νόῳ, γλώσσης δὲ τὸ μείλιχον αἰὲν ἐπέστω:
δειλῶν τοι τελέθει καρδίη ὀξυτέρη.

367-370

οὐ δύναμαι γνῶναι νόον ἀστῶν ὅντιν᾽ ἔχουσιν:
οὔτε γὰρ εὖ ἕρδων ἁνδάνω οὔτε κακῶς.
μωμεῦνται δέ με πολλοί, ὁμῶς κακοὶ ἠδὲ καὶ ἐσθλοί,
μιμεῖσθαι δ᾽ οὐδεὶς τῶν ἀσόφων δύναται.

371-372

μή μ᾽ ἀέκοντα λίην κεντῶν ὑπ᾽ ἄμαξαν ἔλαυνε
εἰς φιλότητα βίῃ, Κύρνε, προσελκόμενος.

373-392

Ζεῦ φίλε, θαυμάζω σε: σὺ γὰρ πάντεσσιν ἀνάσσεις
τιμὴν αὐτὸς ἔχων καὶ μεγάλην δύναμιν,
ἀνθρώπων δ᾽ εὖ οἶσθα νόον καὶ θυμὸν ἑκάστου,
σὸν δὲ κράτος πάντων ἔσθ᾽ ὕπατον, βασιλεῦ:
πῶς δή σευ, Κρονίδη, τολμᾷ νόος ἄνδρας ἀλιτροὺς
ἐν ταὐτῇ μοίρῃ τόν τε δίκαιον ἔχειν,
ἤν τ᾽ ἐπὶ σωφροσύνην τρεφθῇ νόος, ἤν τε πρὸς ὕβριν
ἀνθρώπων ἀδίκοις ἔργμασι πειθομένων;
οὐδέ τι κεκριμένον πρὸς δαίμονός ἐστι βροτοῖσιν,
οὐδ᾽ ὁδὸς ἥν τις ἰὼν ἀθανάτοισιν ἅδοι.
ἔμπης δ᾽ ὄλβον ἔχουσιν ἀπήμονα: τοὶ δ᾽ ἀπὸ δειλῶν
ἔργων ἴσχοντες θυμὸν ὅμως πενίην
μητέρ᾽ ἀμηχανίης ἔλαβον, τὰ δίκαια φιλεῦντες,
ἥτ᾽ ἀνδρὸς παράγει θυμὸν ἐς ἀμπλακίην,
βλάπτουσ᾽ ἐν στήθεσσι φρένας κρατερῆς ὑπ᾽ ἀνάγκης:
τολμᾷ δ᾽ οὐκ ἐθέλων αἴσχεα πολλὰ φέρειν,
χρημοσύνῃ εἴκων, δὴ κακὰ πάντα διδάσκει,
ψεύδεά τ᾽ ἐξαπάτας τ᾽ οὐλομένας τ᾽ ἔριδας
ἄνδρα καὶ οὐκ ἐθέλοντα, κακὸν δέ οἱ οὐδὲν ἔοικεν:
γὰρ καὶ χαλεπὴν τίκτει ἀμηχανίην.

393-398

ἐν πενίῃ δ᾽ τε δειλὸς ἀνὴρ τε πολλὸν ἀμείνων
φαίνεται, εὖτ᾽ ἂν δὴ χρημοσύνη κατέχῃ.
395τοῦ μὲν γὰρ τὰ δίκαια φρονεῖ νόος οὗτέ περ αἰεὶ
ἰθεῖα γνώμη στήθεσιν ἐμπεφύῃ:
τοῦ δ᾽ αὖτ᾽ οὔτε κακοῖς ἕπεται νόος οὔτ᾽ ἀγαθοῖσιν,
τὸν δ᾽ ἀγαθὸν τολμᾶν χρὴ τά τε καὶ τὰ φέρειν.

399-400

αἰδεῖσθαι δὲ φίλους φεύγειν τ᾽ ὀλεσήνορας ὅρκους
ἐντρέπευ, ἀθανάτων μῆνιν ἀλευόμενος.

401-406

μηδὲν ἄγαν σπεύδειν: καιρὸς δ᾽ ἐπὶ πᾶσιν ἄριστος
ἔργμασιν ἀνθρώπων: πολλάκι δ᾽ εἰς ἀρετὴν
σπεύδει ἀνὴρ κέρδος διζήμενος, ὅντινα δαίμων
πρόφρων εἰς μεγάλην ἀμπλακίην παράγει,
καί οἱ ἔθηκε δοκεῖν, μὲν κακά, ταῦτ᾽ ἀγάθ᾽ εἶναι
εὐμαρέως, δ᾽ ἂν χρήσιμα, ταῦτα κακά.

407-408

φίλτατος ὢν ἥμαρτες: ἐγὼ δέ σοι αἴτιος οὐδέν,
ἀλλ᾽ αὐτὸς γνώμης οὐκ ἀγαθῆς ἔτυχες.

409-410

οὐδένα θησαυρὸν παισὶν κατανήσει ἀμείνω
αἰδοῦς, ἥτ᾽ ἀγαθοῖς ἀνδράσι, Κύρν᾽, ἕπεται.

411-412

οὐδενὸς ἀνθρώπων κακίων δοκεῖ εἶναι ἑταῖρος
γνώμη θ᾽ ἕπεται, Κύρνε, καὶ δύναμις.

413-414

πίνων δ᾽ οὐχ οὕτως θωρήξομαι, οὐδέ με οἶνος
ἐξαρεῖ, ὥστ᾽ εἰπεῖν δεινὸν ἔπος περὶ σοῦ.

415-418

415οὐδέν᾽ ὁμοῖον ἐμοὶ δύναμαι διζήμενος εὑρεῖν
πιστὸν ἑταῖρον, ὅτῳ μήτις ἔνεστι δόλος:
ἐς βάσανον δ᾽ ἐλθὼν παρατριβόμενός τε μολίβδῳ
χρυσὸς ὑπερτερίης ἄμμιν ἔνεστι τύπος.

419-420

πολλά με καὶ συνιέντα παρέρχεται: ἀλλ᾽ ὑπ᾽ ἀνάγκης
σιγῶ γινῴσκων ἡμετέρην δύναμιν.

421-424

πολλοῖς ἀνθρώπων γλώσσῃ θύραι οὐκ ἐπίκεινται
ἁρμόδιαι, καί σφιν πόλλ᾽ ἀλάλητα μέλει:
πολλάκι γὰρ τὸ κακὸν κατακείμενον ἔνδον ἄμεινον,
ἔστε δ᾽ ἂν ἐξέλθῃ λώϊον ἦν τὸ καλόν.

425-428

425πάντων μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον
μηδ᾽ ἐσιδεῖν αὐγὰς ὀξέος ἠελίου:
φύντα δ᾽ ὅπως ὤκιστα πύλας Ἀΐδαο περῆσαι
καὶ κεῖσθαι πολλὴν γῆν ἐπαμησάμενον.

429-438

̣φῦσαι καὶ θρέψαι ῥᾷον βροτὸν φρένας ἐσθλὰς
ἐνθέμεν: οὐδείς πω τοῦτό γ᾽ ἐπεφράσατο,
ὅστις σώφρον᾽ ἔθηκε τὸν ἄφρονα κἀκ κακοῦ ἐσθλόν.
εἰ δ᾽ Ἀσκληπιάδαις τοῦτό γ᾽ ἔδωκε θεός,
ἰᾶσθαι κακότητα καὶ ἀτηρὰς φρένας ἀνδρῶν,
πολλοὺς ἂν μισθοὺς καὶ μεγάλους ἔφερον:
εἰ δ᾽ ἦν ποιητόν τε καὶ ἔνθετον ἀνδρὶ νόημα,
οὔποτ᾽ ἂν ἐξ ἀγαθοῦ πατρὸς ἔγεντο κακός,
πειθόμενος μύθοισι σαόφροσιν. ἀλλὰ διδάσκων
οὔποτε ποιήσεις τὸν κακὸν ἀνδρ᾽ ἀγαθόν.

439-440

νήπιος, ὃς τὸν ἐμὸν μὲν ἔχει νόον ἐν φυλακῇσιν,
τῶν δ᾽ αὐτοῦ ἰδίων ούδεν ἐπιστρέφεται.

441-446

οὐδεὶς γὰρ πάντ᾽ ἐστὶ πανόλβιος: ἀλλ᾽ μὲν ἐσθλὸς
τολμᾷ ἔχων τὸ κακὸν κοὐκ ἐπίδηλος ὅμως:
δειλὸς δ᾽ οὔτ᾽ ἀγαθοῖς τις ἐπίσταται οὔτε κακοἰσιν
θυμὸν ἔχων μίμνειν. ἀθανάτων δὲ δόσεις
παντοῖαι φνητοῖσιν ἐέρχοντ᾽: ἀλλ᾽ ἐτιτολμᾶν
χρὴ δῶρ᾽ ἀθανάτων οἷα διδοῦσιν ἔχειν.

447-452

εἴ μ᾽ ἐθέλεις πλύνειν, κεφαλῆς ἀμίαντον ἀπ᾽ ἄκρης
αἰεὶ λευκὸν ὕδωρ ῥεύσεται ἡμετέρης:
εὑρήσεις δὲ με πᾶσιν ἐπ᾽ ἔργμασιν ὥσπερ ἄπεφθον
χρυσόν, ἐρυθρὸν ἰδεῖν τριβόμενον βασάνῳ,
τοῦ χροιῆς καθύπερθε μέλας οὐχ ἅπτεται ἰὸς
οὐδ᾽ εὐρώς, αἰεὶ δ᾽ ἄνθος ἔχει καθαρόν.

453-456

̣Ὤνθρωπ᾽, εἰ γνώμης ἔλαχες μέρος ὥσπερ ἀνοιης
καὶ σώφρων οὕτως ὥσπερ ἄφρων ἐγένου,
πολλοῖς ἂν ζηλωτὸς ἐφαίνεο τῶνδε πολιτῶν
οὕτως ὥσπερ νῦν οὐδενὸς ἄξιος εἶ.

457-460

οὔτοι σύμφορόν ἐστι γυνὴ νέα ἀνδρὶ γέροντι:
οὐ γὰρ πηδαλίῳ πείθεραι ὡς ἄκατος,
ὀυδ᾽ ἄγκυραι ἔχουσιν, ἀπορρήξασα δὲ δεσμὰ
πολλάκις ἐκ νυκτῶν ἄλλον ἔχει λιμένα.

461-462

Μήπορ᾽ ἐπ᾽ ἀπρήκτοισι νόον ἔχε, μηδὲ μενοίνα
χρήματα τῶν ἄνυσις γίνεται οὐδεμία.

463-464

εὐμαρέως τοι χρῆμα θεοὶ δόσαν οὔτε τι δειλὸν
οὔτ ἀγαθόν: χαλεπῷ δ᾽ ἔργματι κῦδος ἔπι.

465-466

465ἀμφ᾽ ἀρετῇ τρίβου καί τοι τὰ δίκαια φίλ᾽ ἔστω,
μηδέ σε νικάτω κέρδος ὅτ᾽ αἰσχρὸν ἔῃ.

467-496

μηδένα τῶνδ᾽ ἀέκοντα μένειν κατέρυκε παρ᾽ ἡμῖν,
μηδὲ θύραζε κέλεὐ οὐκ ἐθέλοντ᾽ ἰέναι,
μηδ᾽ εὕδοντ᾽ ἐπέγειρε, Σιμωνίδη, ὅντιν᾽ ἂν ἡμῶν
470θωρηχθέντ᾽ οἴνῳ μαλθακὸς ὕπνος ἕλῃ,
μηδὲ τὸν ἀγρυπνέοντα κέλεὐ ἀέκοντα καθεύδειν:
πᾶν γὰρ ἀναγκαῖον χρῆμ᾽ ἀνιηρὸν ἔφυ:
ιῷ πίνειν δ᾽ ἐθέλοντι παρασταδὸν οἰνοχοείτω.
οὐ πάσας νύκτας γίνεται ἁβρὰ παθεῖν.
αὐτὰρ ἐγώ, μέτρον γὰρ ἔχω μελιηδέος οἴνου,
ὕπνου λυσικάκου μνήσομαι οἴκαδ᾽ ἰών,
ἥξω δ᾽ ὡς οἶνος χαριέστατος ἀνδρὶ πεπόσθαι:
οὔτε τι νήφων εἶμ᾽ οὔτε λίην μεθύων.
ὃς δ᾽ ἂν ὑπερβάλλῃ πόσιος μέτρον, οὐκέτι κεῖνος
480τῆς αὐτοῦ γλώσσης καρτερὸς οὐδὲ νόου,
μυθεῖται δ᾽ ἀπάλαμνα τὰ νήφοσι γίνεται αἰσχρά,
αἰδεῖται θ᾽ ἕρδων οὐδέν, ὅταν μεθύῃ,
τὸ πρὶν ἐὼν σώφρων, τότε νήπιος. ἀλλὰ σὺ ταῦτα
γινῴσκων μὴ πῖν᾽ οἶνον ὑπερβολάδην,
ἀλλ᾽ πρὶν μεθύειν ὑπανίστασο, μηδὲ βιάσθω
γαστήρ σ᾽ ὥστε κακὸν λάτριν ἐφημέριον,
παρεὼν μὴ πῖνε. σὺ δ᾽ Ἔγχεε τοῦτο μάταιον
κωτίλλεις αἰεί: τοὔνεκά τοι μεθύεις.
μὲν γὰρ φέρεται φιλοτήσιος, δὲ πρόκειται,
τὴν δὲ θεοῖς σπένδεις, τὴν δ᾽ ἐπὶ χειρὸς ἔχεις:
ἀρνεῖσθαι δ᾽ οὐκ οἶδας. ἀνίκητος δὲ τοι οὗτος,
ὃς πολλὰς πίνων μή τι μάταιον ἐρεῖ.
ὑμεῖς δ᾽ εὖ μυθεῖσθε παρὰ κρητῆρι μένοντες,
ἀλλήλων ἔριδος δὴν ἀπερυκόμενοι,
ἐς τὸ μέσον φωνεῦντες ὁμῶς ἑνὶ καὶ συνάπασι:
χοὔτως συμπόσιον γίνεται οὐκ ἄχαρι.

497-498

ἄφρονος ἀνδρὸς ὁμῶς καὶ σώφρονος οἶνος, ὅταν δὴ
πίνῃ ὑπὲρ μέτρον, κοῦφον ἔθηκε νόον.

499-502

̣εν πυρὶ μὲν χρυσόν τε καὶ ἄργυρον ἴδριες ἄνδρες
γινῴσκουσ᾽, ἀνδρὸς δ᾽ οἶνος ἔδειξε νόον,
καὶ μάλα περ πινυτοῦ, τὸν ὑπὲρ μέτρον ἤρατο πίνων,
ὥστε καταισχῦναι καὶ πρὶν ἐόντα σοφόν.

503-508

Οἰνοβαρέω κεφαλήν, Ὀνομάκριτε, καί με βιᾶται
οἶνος, ἀτὰρ γνώμης οὐκέτ᾽ ἐγὼ ταμίης
505ἡμετέρης, τὸ δὲ δῶμα περιτρέχει. ἀλλ᾽ ἄγ᾽ ἀναστὰς
πειρηθῶ μή πως καὶ πόδας οἶνος ἔχει
καὶ νόον ἐν στήθεσσι. δέδοικα δὲ μή τι μάταιον
ἕρξω θωρηχθεὶς καὶ μέγ᾽ ὄνειδος ἔχω.

509-510

οἶνος πινόμενος πουλὺς κακόν: ἢν δὲ τις αὐτὸν
πίνῃ ἐπισταμένως, οὐ κακὸν ἀλλ᾽ ἀγαθόν.

511-522

ἦλθες δή, Κλεάριστε, βαθὺν διὰ πόντον ἀνύσσας,
ἐνθάδ᾽ ἐπ᾽ οὐδὲν ἔχοντ᾽, τάλαν, οὐδὲν ἔχων.
νηός τοι πλευρῇσιν ὑπὸ ζυγὰ θήσομεν ἡμεῖς,
Κλεάρισθ᾽, οἰ̔̂ ἔχομεν χοἶα διδοῦσι θεοί:
οὔτε τι τῶν ὄντων ἀποθήσομαι, οὔτε τι μεῖζον
σῆς ἕνεκα ξενίης ἄλλοθεν οἰσόμεθα,
515τῶν δ᾽ ὄντων τἄριστα παρέξομεν. ἢν δέ τις ἔλθῃ
σεῦ φίλος ὤν, κατάειφ᾽ ὡς φιλότητος ἔχεις:
ἤν δέ τις εἰρωτᾶ τὸν ἐμὸν βίον, ὦδέ οἱ εἰπεῖν:
ὡς εὖ μὲν χαλεπῶς, ὡς χαλεπῶς δὲ μάλ εὖ,
ὥσθ᾽ ἕνα μὲν ξεῖνον πατρωϊον οὐκ ἀπολείπειν,
ξείνια δὲ πλεόνεσσ᾽ οὐ δυνατὸς παρέχειν.

523-524

οὔ σε μάτην, Πλοῦτε, βροτοὶ τιμῶσι μάλιστα:
γὰρ ῥηϊδίως τὴν κακότητα φέρεις.

525-526

525καὶ γάρ τοι πλοῦτον μὲν ἔχειν ἀγαθοῖσιν ἔοικεν,
πενίη δὲ κακῷ σύμφορος ἀνδρὶ φέρειν.

527-528

μοι ἐγὼν ἥβης καὶ γήραος οὐλομένοιο,
τοῦ μὲν ἐπερχομένου, τῆς δ᾽ ἀπονισομένης.

529-530

οὐδένα πω προὔδωκα φίλον καὶ πιστὸν ἑταῖρον,
οὐδ᾽ ἐν ἐμῇ ψυχῇ δούλιον οὐδὲν ἔνι.

531-532

αἰεί μοι φίλον ἦτορ ἰαίνεται, ὁππότ᾽ ἀκούσω
αὐλῶν φθεγγομένων ἱμερόεσσαν ὄπα.

533-534

χαίρω δ᾽ ἐμπίνων καὶ ὑπ᾽ αὐλητῆρος ἀείδων,
χαίρω δ᾽ εὔφθογγον χερσὶ λύρην ὀχέων.

535-538

535οὔποτε δουλείη κεφαλὴν ἰθεῖα πέφυκεν,
ἀλλ᾽ αἰεὶ σκολιή, καὐχένα λοξὸν ἔχει.
οὔτε γὰρ ἐκ σκίλλης π̔όδα φύεται οὐδ᾽ ὑάκινθος,
οὔτε ποτ᾽ ἐκ δούλης τέκνον ἐλευθέριον.

539-540

οὗτος ἀνήρ, φίλε Κύρνε, πέδας χαλκεύεται αὐτῷ,
εἰ μὴ ἐμὴν γνώμην ἐξαπατῶσι θεοί.

541-542

δειμαίνω μὴ τήνδε μόλιν, Πολυπαΐδη, ὕβρις,
ἥπερ Κενταύρους ὠμοφάγους, ὀλέσῃ.

543-546

χρή με παρὰ στάθμην καὶ γνώμονα τήνδε δικάσσαι,
Κύρνε, δίκην, ἶσόν τ᾽ ἀμφοτέροισι δόμεν,
... Α´ντεσί τ᾽ οἰωνοῖς τε καὶ αἰθομένοις ἱεροῖσιν,
ὄφρα μὴ ἀμπλακίης αἰσχρὸν ὄνειδος ἔχω.

547-548

μηδένα πῃ κακότητι βιάζεο: τῷ δὲ δικαίῳ
τῆς εὐεργεσίης οὐδὲν ἀρειότερον.

549-554

Ἄγγελος ἄφθογγος πόλεμον πολύδακρυν ἐγείρει,
Κύρν᾽, ἀπὸ τηλαυγέος φαινόμενος σκοπιῆς.
ἀλλ᾽ ἵπποις ἔμβαλλε ταχυπτέρνοισι χαλινούς:
δῄων γάρ σφ᾽ ἀνδρῶν ἀντιάσειν δοκέω.
οὐ πολλὴν τὸ μεσηγὺ διαπρήξουσι κέλευθον,
εἰ μὴ ἐμὴν γνώμην ἐξαπατῶσι θεοί.

555-556

555χρὴ τολμᾶν χαλεποῖσιν ἐν ἄλγεσι κείμενον ἄνδρα,
πρός τε θεῶν αἰτεῖν ἔκλυσιν ἀθανάτων.

557-560

φράζεο: κίνδυνός τοι ἐπὶ ξυροῦ ἵσταται ἀκμῇς:
ἄλλοτε πόλλ᾽ ἕξεις, ἄλλοτε παυρότερα,
ὥστε σε μήτε λίην ἀφνεὸν κτεάτεσσι γενέσθαι
χρὴ μήτ᾽ ἐς πολλὴν χρημοσύνην ἐλάσαι.

561-562

εἴη μοι τὰ μὲν αὐτὸν ἔχειν, τὰ δὲ πόλλ᾽ ἐπιδοῦναι
χρήματα τῶν ἐχθρῶν τοῖσι φίλοισιν ἔχειν.

563-566

κεκλῆσθαί τ᾽ ἐς δαῖτα παρέζεσθαί τε παρ᾽ ἐσθλὸν
ἄνδρα χρεὼν σοφίην πᾶσαν ἐπιστάμενον:
τοῦ συνιεῖν θ᾽ ὁπόταν τι λέγῃ σοφόν, ὄφρα διδαχθῇς
καὶ τοῦτ᾽ εἰς οἶκον κέρδος ἔχων ἀπίῃς.

567-570

ἥβῃ τερπόμενος παίζω: δηρὸν γὰρ ἔνερθεν
γῆς ὀλέσας ψυχὴν κείσομαι ὥστε λίθος
ἄφθογγος, λείψω δ᾽ ἐρατὸν φάος ἠελίοιο,
ἔμπης δ᾽ ἐσθλὸς ἐὼν ὄψομαι οὐδὲν ἔτι.

571-572

δόξα μὲν ἀνθρώποισι κακὸν μέγα, πεῖρα δ᾽ ἄριστον:
πολλοὶ ἀπείρητοι δόξαν ἔχουσ᾽ ἀγαθῶν.

573-574

εὖ ἕρδων εὖ πάσχε: τί κ᾽ ἄγγελον ἄλλον ἴαλλοις;
τῆς εὐεργεσίης ῥῃδίη ἀγγελίη.

575-576

575οἵ με φίλοι προδιδοῦσιν, ἐπεὶ τόν γ᾽ ἐχθρὸν ἀλεῦμαι
ὥστε κυβερνήτης χοιράδας εἰναλίας.

577-578

Ῥήϊον ἐξ ἀγαθοῦ θεῖναι κακὸν κ᾽ κακοῦ ἐσθλόν.
μή με δίδασκ᾽: οὔτοι τηλίκος εἰμὶ μαθεῖν.

579-584

α: ἐχθαίρω κακὸν ἄνδρα, καλυψαμένη δὲ πάρειμι
580σμικρῆς ὄρνιθος κοῦφον ἔχουσα νόον.
β: ἐχθαίρω δὲ γυναῖκα περίδρομον, ἄνδρα τε μάργον
῝ς τὴν ἀλλοτρίην βούλετ᾽ ἄρουραν ἀροῦν.
α: καὶ Β: ἀλλὰ τὰ μὲν προβέβηκεν, ἀμήχανόν ἐστι γενέσθαι
ἀργά: τὰ δ᾽ ἐξοπίσω, τῶν φυλακὴ μελέτω.

585-590

585πᾶσίν τοι κίνδυνος ἐπ᾽ ἔργμασιν, οὐδέ τις οἶδεν
πῇ σχήσειν μέλλει πρήγματος ἀρχομένου.
ἀλλ᾽ μὲν εὐδοκιμεῖν πειρώμενος οὐ προνοήσας
εἰς μεγάλην ἄτην καὶ χαλεπὴν ἔπεσεν,
τῷ δὲ καλῶς ποιεῦντι θεὸς περὶ πάντα τίθησιν
συντυχίην ἀγαθήν, ἔκλυσιν ἀφροσύνης.

591-592

τολμᾶν χρὴ τὰ διδοῦσι θεοὶ θνητοῖσι βροτοῖσιν,
ῥηϊδίως δὲ φέρειν ἀμφοτέρων τὸ λάχος.

593-594

μήτε κακοῖσιν ἀσῶ τι λίην φρένα μήτ᾽ ἀγαθοῖσιν
τερφθῇς ἐξαπίνης πρὶν τέλος ἄκρον ἰδεῖν.

595-602

595ἄνθρωπ᾽, ἀλλήλοισιν ἀπόπροθεν ὦμεν ἑταῖροι:
πλὴν πλούτου παντὸς χρήματός ἐστι κόρος.
δὴν δὴ καὶ φίλοι εἶμεν: ἀτάρ τ᾽ ἄλλοισιν ὁμίλει
ἀνδράσιν, οἳ τὸν σὸν μᾶλλον ἴσασι νόον.
οὔ μ᾽ ἔλαθες φοιτῶν κατ᾽ ἀμαξιτὸν ἣν ἄρα καὶ πρὶν
ἠλάστρεις κλέπτων ἡμετέρην φιλίην.
ἔρρε, θεοῖσίν τ᾽ ἐχθρὲ καὶ ἀνθρώποισιν ἄπιστε,
ψυχρὸν ὃν ἐν κόλπῳ ποικίλον εἶχον ὄφιν.

603-604

τοιάδε καὶ Μάγνητας ἀπώλεσεν ἔργα καὶ ὕβρις
οἷα τὰ νῦν ἱερὴν τήνδε πόλιν κατέχει.

605-606

605πολλῷ τοι πλέονας λιμοῦ κόρος ὤλεσεν ἤδη
ἄνδρας ὅσοι μοίρης πλεῖον ἔχειν ἔθελον.

607-610

ἀρχῇ ἔρι ψεύδους μικρὰ χάρις: εἰς δὲ τελευτὴν
αἰσχρὸν δὴ κέρδος καὶ κακὸν ἀμφότερα
γίνεται. οὐδέ τι καλόν, ὅτῳ ψεῦδος προσαμαρτῇ
ἀνδρὶ καὶ ἐξέλθῃ πρῶτον ἀπὸ στόματος.

611-614

οὐ χαλεπὸν ψέξαι τὸν πλησίον, οὐδὲ μὲν αὐτὸν
αἰνῆσαι: δειλοῖς ἀνδράσι ταῦτα μέλει:
σιγᾶν δ᾽ οὐκ ἐθέλουσι κακοὶ κακὰ λεσχάζοντες:
οἱ δ᾽ ἀγαθοὶ πάντων μέτρον ἴσασιν ἔχειν.

615-616

615οὐδένα παμπήδην ἀγαθὸν καὶ μέτριον ἄνδρα
τῶν νῦν ἀνθρώπων ἠέλιος καθορᾷ.

617-618

οὔτι μάλ᾽ ἀνθρώποις καταθύμια πάντα τελεῖται:
πολλὸν γὰρ θνητῶν κρέσσονες ἀθάνατοι.

619-620

πόλλ᾽ ἐν ἀμηχανίῃσι κυλίνδομαι ἀχνύμενος κῆρ:
ἄκρην γὰρ πενίην οὐχ ὑπερεδράμομεν.

621-622

πᾶς τις πλούσιον ἄνδρα τίει, ἀτίει δὲ πενιχρόν:
πᾶσιν δ᾽ ἀνθρώποις αὐτὸς ἔνεστι νόος.

623-624

παντοῖαι κακότητες ἐν ἀνθρώποισιν ἔασιν
παντοῖαι δ᾽ ἀρεταὶ καὶ βιότου παλάμαι.

625-626

625ἀργαλέον φρονέοντα παρ᾽ ἄφροσι πόλλ᾽ ἀγορεύειν,
καὶ σιγᾶν αἰεί: τοῦτο γὰρ οὐ δυνατόν.

627-628

αἰσχρόν τοι μεθύοντα παρ᾽ ἀνδράσι νήφοσιν εἶναι
αἰσχρὸν δ᾽ εἰ νήφων πὰρ μεθύουσι μένει.

629-630

ἥβη καὶ νεότης ἐπικουφίζει νόον ἀνδρός,
πολλῶν δ᾽ ἐξαίρει θυμὸν ἐς ἀμπλακίην.

631-632

Ὧιτινι μὴ θυμοῦ κρέσσων νόος, αἰὲν ἐν ἄταις,
Κύρνε, καὶ ἐν μεγάλαις κεῖται ἀμηχανίαις.

633-634

βουλεύου δὶς καὶ τρὶς τοί κ᾽ ἐπὶ τὸν νόον ἔλθῃ:
ἀτηρὸς γάρ τοι λάβρος ἀνὴρ τελέθει.

635-636

635ἀνδράσι τοῖς ἀγαθοῖς ἕπεται γνώμη τε καὶ αἰδώς:
οἳ νῦν ἐν πολλοῖς ἀτρεκέως ὀλίγοι.

637-638

ἐλπὶς καὶ κίνδυνος ἐν ἀνθρώποισιν ὁμοῖα
οὗτοι γὰρ χαλεποὶ δαίμονες ἀμφότεροι.

639-640

πολλάκι πὰρ δόξαν τε καὶ ἐλπίδα γίνεται εὖ ῥεῖν
ἔργ᾽ ἀνδρῶν, βουλαῖς δ᾽ οὐκ ἐπέγεντο τέλος.

641-642

οὔτοι κ᾽ εἰδείης οὔτ᾽ εὔνοον οὔτε μὲν ἐχθρόν,
εἰ μὴ σπουδαίου πρήγματος ἀντιτύχοις.

643-644

πολλοὶ πὰρ κρητῆρι φίλοι γίνονται ἑταῖροι,
ἐν δὲ σπουδαίῳ πρήγματι παυρότεροι.

645-646

645παύρους κηδεμόνας πιστοὺς εὕροις κεν ἑταίρους
κείμενος ἐν μεγάλῃ θυμὸν ἀμηχανίῃ.

647-648

ἤδη νῦν αἰδὼς μὲν ἐν ἀνθρώποισιν ὄλωλεν,
αὐτὰρ ἀναιδείη γαῖαν ἐπιστρέφεται.

649-652

δειλὴ Πενίη, τί ἐμοῖς ἐπικειμένη ὤμοις
σῶμα καταισχύνεις καὶ νόον ἡμέτερον,
αἰσχρὰ δέ μ᾽ οὐκ ἐθέλοντα βίῃ καὶ δειλὰ διδάσκεις
ἐσθλὰ μετ᾽ ἀνθρώπων καὶ κάλ᾽ ἐπιστάμενον;

653-654

εὐδαίμων εἴην καὶ θ εο ῖς φίλος ἀθανάτοισιν,
Κύρν᾽: ἀρετῆς δ᾽ ἄλλης οὐδεμιῆς ἔραμαι.

655-656

655σύν τοι, Κύρνε, παθόντι κακῶς ἀνιώμεθα πάντες:
ἀλλά τοι ἀλλότριον κῆδος ἐφημέριον.

657-658

μηδὲν ἄγαν χαλεποῖσιν ἀσῶ φρένα μηδ᾽ ἀγαθοῖσιν
χαῖρ᾽, ἐπεὶ ἔστ᾽ ἀνδρὸς πάντα φέρειν ἀγαθοῦ.

659-666

̣οὐδ᾽ ὀμόσαι χρὴ τοῦθ᾽, ὅτι μήποτε πρῆγμα τόδ᾽ ἔσται:
θ εο γάρ τοι νεμεσῶσ᾽, οἷσιν ἔπεστι τέλος:
καὶ πρῆξαι μέντοι τι. καὶ ἐκ κακοῦ ἐσθλὸν ἔγεντο,
καὶ κακὸν ἐξ ἀγαθοῦ: καί τε πενιχρὸς ἀνὴρ
αἶψα μάλ᾽ ἐπλούτησε: καὶ ὃς μάλα πολλὰ πέπαται,
ἐξαπίνης πάντ᾽ οὖν ὤλεσε νυκτὶ μιῇ:
καὶ σώφρων ἥμαρτε καὶ ἄφρονι πολλάκι δόξα
ἕσπετο, καὶ τιμῆς καὶ κακὸς ὢν ἔλαχεν.

667-682

εἰ μὲν χρήματ᾽ ἔχοιμι, Σιμωνίδη, οἷάπερ ἤθη
οὐκ ἂν ἀνιώμην τοῖς ἀγαθοῖσι συνών:
νῦν δέ με γινῴσκοντα παρέρχεται, εἰμὶ δ᾽ ἄφωνος
χρημοσύνῃ, πολλῶν γνοὺς ἂν ἄμεινον ἐτέων,
οὕνεκα νῦν φερόμεσθα καθ᾽ ἱστία λευκὰ βαλόντες
μηλίου ἐκ πόντου νύκτα διὰ δνοφέρην:
ἀντλεῖν δ᾽ οὐκ ἐθέλουσιν: ὑπερβάλλει δὲ θάλασσα
ἀμφοτέρων τοίχων: μάλα τις χαλεπῶς
σῴζεται οἷ ἕρδουσι: κυβερνήτην μὲν ἔπαυσαν
ἐσθλόν, ὅτις φυλακὴν εἶχεν ἐπισταμένως,
χρήματα δ᾽ ἁρπάζουσι βίῃ: κόσμος δ᾽ ἀπόλωλεν,
δασμὸς δ᾽ οὐκέτ᾽ ἴσος γίνεται ἐς τὸ μέσον:
φορτηγοὶ δ᾽ ἄρχουσι, κακοὶ δ᾽ ἀγαθῶν καθύπερθεν:
δειμαίνω μή πως ναῦν κατὰ κῦμα πίῃ.
ταῦτά μοι ᾐνίχθω κεχρησμένα τοῖς ἀγαθοῖσιν:
γινώσκοι δ᾽ ἄν τις καὶ κακός, ἂν σοφὸς .

683-686

πολλοὶ πλοῦτον ἔχουσιν ἀΐδριες: οἱ δὲ τὰ καλὰ
ζητοῦσιν χαλεπῇ τειρόμενοι πενίῃ:
ἕρδειν δ᾽ ἀμφοτέροισιν ἀμηχανίη παράκειται:
εἴργει γὰρ τοὺς μὲν χρήματα, τοὺς δὲ νόος.

687-688

οὐκ ἔστι θνητοῖσι πρὸς ἀθανάτους μαχέσασθαι,
οὐδὲ δίκην εἰπεῖν: οὐδενὶ τοῦτο θέμις.

689-690

οὐ χρὴ πημαίνειν ὅτε μὴ πημαντέον εἴη,
οὐδ᾽ ἕρδειν ὅτι μὴ λώϊον τελέσαι.

691-692

χαίρων ἐκτελέσειας ὁδὸν μεγάλου διὰ πόντου,
καί σε Ποσειδάων χάρμα φίλοις ἀγάγοι.

693-694

πολλούς τοι κόρος ἄνδρας ἀπώλεσεν ἀφραίνοντας:
γνῶναι γὰρ χαλεπὸν μέτρον, ὅτ᾽ ἐσθλὰ παρῇ:

695-696

695οὐ δύναμαί σοι, θυμέ, παρασχεῖν ἄρμενα πάντα:
τέτλαθι: τῶν δὲ καλῶν οὔτι σὺ μοῦνος ἐρᾷς.

697-698

εὖ μὲν ἔχοντος ἐμοῦ πολλοὶ φίλοι: ἢν δέ τι δεινὸν
συγκύρσῃ, παῦροι πιστὸν ἔχουσι νόον.

699-718

πλήθει δ᾽ ἀνθρώπων ἀρετὴ μία γίνεται ἥδε,
πλουτεῖν: τῶν δ᾽ ἄλλων οὐδἒν ἄρ᾽ ἦν ὄφελος,
οὐδ᾽ εἰ σωφροσύνην μὲν ἔχοις Ῥαδαμάνθυος αὐτοῦ,
πλείονα δ᾽ εἰδείης Σισύφου Αἰολίδεω ,
ὅστε καὶ ἐξ Ἀΐδεω πολυϊδρείῃσιν ἀνῆλθεν,
πείσας Περσεφόνην αἱμύλιοισι λόγοις,
ἥτε βροτοῖς παρέχει λήθην βλάπτουσα νόοιο,
ἄλλος δ᾽ οὔπω τις τοῦτό γ᾽ ἐπεφράσατο,
ὅντινα δὴ θανάτοιο μέλαν νέφος ἀμφικαλύψῃ,
ἔλθῃ δ᾽ ἐς σκιερὸν χῶρον ἀποφθιμένων,
κυανέας τε πύλας παραμείψεται, αἵτε θανόντων
710ψυχὰς εἴργουσιν καίπερ ἀναινομένας:
ἀλλ᾽ ἄρα καὶ κεῖθεν πάλιν ἤλυθε Σίσυφος ἥρως
ἐς φάος ἠελίου σφῇσι πολυφροσύναις:
οὐδ᾽ εἰ ψεύδεα μὲν ποιοῖς ἐτύμοισιν ὁμοῖα,
γλῶσσαν ἔχων ἀγαθὴν Νέστορος ἀντιθέου,
715ὠκύτερος δ᾽ εἴησθα πόδας ταχέων Ἁρπυιῶν
καὶ παίδων Βορέω, τῶν ἄφαρ εἰσὶ πόδες.
ἀλλὰ χρὴ πάντας γνώμην ταύτην καταθέσθαι,
ὡς πλοῦτος πλείστην πᾶσιν ἔχει δύναμιν.

719-728

ἶσόν τοι πλουτοῦσιν, ὅτῳ πολὺς ἄργυρός ἐστιν
καὶ χρυσὸς καὶ γῆς πυροφόρου πεδία
ἵπποι θ᾽ ἡμίονοί τε, καὶ τὰ δέοντα πάρεστι
γαστρί τε καὶ πλευραῖς καὶ ποσὶν ἁβρὰ παθεῖν,
ταῦτ᾽ ἄφενος θνητοῖσι: τὰ γὰρ περιώσια πάντα
χρήματ᾽ ἔχων οὐδεὶς ἔρχεται εἰς Ἀΐδεω ,
οὐδ᾽ ἂν ἄποινα διδοὺς θάνατον φύγοι οὐδὲ βαρείας
νούσους οὐδὲ κακὸν γῆρας ἐπερχόμενον.

729-730

φροντίδες ἀνθρώπων ἔλαχον πτέρα ποικίλ᾽ ἔχουσαι,
μυρόμεναι ψυχῆς εἵνεκα καὶ βιότου.

731-752

Ζεῦ πάτερ, εἴθε γένοιτοθεοῖς θίλα τοῖς μὲν ἀλιτροῖς
ὕβριν ἁδεῖν, εἴ σφιν τοῦτο γένοιτο φίλον
θυμῷ, σχέτλια δ᾽ ἔργα μετὰ φρεσὶ θ᾽ ὅστις ἀθηρὴς
ἐργάζοιτο θεῶν μηδὲν ὀπιζόμενος,
αὐτὸν ἔπειτα πάλιν τεῖσαι κακά, μηδ᾽ ἔτ᾽ ὀπίσσω
πατρὸς ἀτασθαλίαι παισὶ γένοιντο κακόν:
παῖδές θ᾽ οἵτ᾽ ἀδίκου πατρὸς τὰ δίκαια νοεῦντες
ποιῶσιν, Κρονίδη, σὸν χόλον ἁζόμενοι,
ἐξ ἀρχῆς τὰ δίκαια μετ᾽ ἀστοῖσιν φιλέοντες,
μήτιν᾽ ὑπερβασίην ἀντιτίνειν πατέρων.
ταῦτ᾽ εἴη μακάρεσσι θεοῖς φίλα: νῦν δ᾽ μὲν ἕρδων
ἐκφεύγει, τὸ κακὸν δ᾽ ἄλλος ἔπειτα φέρει.
καὶ τοῦτ᾽, ἀθανάτων βασιλεῦ, πῶς ἐστι δίκαιον,
ἔργων ὅστις ἀνὴρ ἐκτὸς ἐὼν ἀδίκων
μήτιν᾽ ὑπερβασίην παρέχων μηδ᾽ ὅρκον ἀλιτρόν,
ἀλλὰ δίκαιος ἐών, μὴ τὰ δίκαια πάθῃ;
τίς δή κεν βροτὸς ἄλλος, ὁρῶν πρὸς τοῦτον, ἔπειτα
ἅζοιτ᾽ ἀθανάτους, καί τινα θυμὸν ἔχων,
ὁππότ᾽ ἀνὴρ ἄδικος καὶ ἀτάσθαλος, οὔτε τευ ἀνδρὸς
οὔτε τευ ἀθανάτων μῆνιν ἀλευόμενος,
ὑβρίζῃ πλούτῳ κεκορημένος, οἱ δὲ δίκαιοι
τρυχῶνται χαλεπῇ τειρόμενοι πενίῃ;

753-756

ταῦτα μαθών, φίλ᾽ ἑταῖρε, δικαίως χρήματα ποιοῦ,
σώφρονα θυμὸν ἔχων ἐκτὸς ἀτασθαλίης,
αἰεὶ τῶνδ᾽ ἐπέων μεμνημένος: εἰς δὲ τελευτὴν
αἰνήσεις μύθῳ σώφρονι πειθόμενος.

757-768

Ζεὺς μὲν τῆσδε πόληος ὑπειρέχοι αἰθέρι ναίων
αἰεὶ δεξιτέρην χεῖρ᾽ ἐπ᾽ ἀπημοσύνῃ,
ἄλλοι τ᾽ ἀθάνατοι μάκαρες θεοί: αὐτὰρ Ἀπόλλων
ὀρθώσαι γλῶσσαν καὶ νόον ἡμέτερον:
φόρμιγξ δ᾽ αὖ φθέγγοιθ᾽ ἱερὸν μέλος ἠδὲ καὶ αὐλός:
ἡμεῖς δὲ σπονδαῖς θ εο ὺς ἀπαρεσσάμενοι
πίνωμεν, χαρίεντα μετ᾽ ἀλλήλοισι λέγοντες,
μηδὲν τὸν Μήδων δειδιότες πόλεμον.
ὧδ᾽ εἴη κεν ἄμεινον ὁμόφρονα θυμὸν ἔχοντας
νόσφι μεριμνάων εὐφροσύνως διάγειν
τερπομένους, τηλοῦ δὲ κακὰς ἀπὸ κῆρας ἀμῦναι,
γῆράς τ᾽ οὐλόμενον καὶ θανάτοιο τέλος.

769-772

χρὴ Μουσῶν θεράποντα καὶ ἄγγελον, εἴ τι περισσὸν
εἰδείη, σοφίης μὴ φθονερὸν τελέθειν,
ἀλλὰ τὰ μὲν μῶσθαι, τὰ δὲ δεικνύναι, ἄλλα δὲ ποιεῖν:
τί σφιν χρήσηται μοῦνος ἐπιστάμενος;

773-782

Φοῖβε ἄναξ, αὐτὸς μὲν ἐπύργωσας πόλιν ἄκρην,
Ἀλκαθόῳ Πέλοπος παιδὶ χαριζόμενος:
αὐτὸς δὲ στρατὸν ὑβριστὴν Μήδων ἀπέρυκε
τῆσδε πόλευς, ἵνα σοι λαοὶ ἔν εὐφροσύνῃ
ἦρος ἐπερχομένου κλειτὰς πέμπωσ᾽ ἑκατόμβας,
τερπόμενοι κιθάρῃ καὶ θαλίῃ ἐρατῇ
παιάνων τε χοροῖς ἰαχῇσί τε σὸν περὶ βωμόν.
γὰρ ἔγωγε δέδοικ᾽ ἀφραδίην ἐσορῶν
καὶ στάσιν Ἑλλήνων λαοφθόρον. ἀλλὰ σύ, Φοῖβε,
ἵλαος ἡμετέρην τήνδε φύλασσε πόλιν.

783-788

ἦλθον μὲν γὰρ ἔγωγε καὶ εἰς Σικελήν ποτε γαῖαν,
ἦλθον δ᾽ Εὐβοίης ἀμπελόεν πεδίον, σπάρτην τ᾽ Εὐρώτα δονακοτρόφου ἀγλαὸν ἄστυ,
καί μ᾽ ἐφίλευν προφρόνως πάντες ἐπερχόμενον.
ἀλλ᾽ οὔτις μοι τέρψις ἐπὶ φρένας ἦλθεν ἐκείνων:
οὕτως οὐδὲν ἄρ᾽ ἦν φίλτερον ἄλλο πάτρης.

789-792

μήποτέ μοι μελέδημα νεώτερον ἄλλο φανείη
ἀντ᾽ ἐρατῆς σοφίης, ἀλλὰ τόδ᾽ αἰὲν ἔχων
τερποίμην φόρμιγγι καὶ ὀρχηθμῷ καὶ ἀοιδῇ,
καὶ μετὰ τῶν ἀγαθῶν ἐσθλὸν ἔχοιμι νόον.

793-796

μήτε τινὰ ξείνων δηλεύμενος ἔργμασι λυγροῖς
μήτε τιν᾽ ἐνδήμων, ἀλλὰ δίκαιος ἐών,
τὴν σαυτοῦ φρένα τέρπε: δυσηλεγέων δὲ πολιτῶν
ἄλλος τοί σε κακῶς, ἄλλος ἄμεινον ἐρεῖ.

797-798

τοὺς ἀγαθοὺς ἄλλος μάλα μέμφεται, ἄλλος ἐπαινεῖ:
τῶν δὲ κακῶν μνήμη γίνεται οὐδεμία.

799-800

ἀνθρώπων δ᾽ ἄψεκτος ἐπὶ χθονὶ γίνεται οὐδείς:
ἀλλ᾽ ὣς λώϊον, εἰ μὴ πλεόνεσσι μέλοι.

801-804

οὐδεὶς ἀνθρώπων οὔτ᾽ ἔσσεται οὔτε πέφυκεν,
ὅστις πᾶσιν ἁδὼν δύσεται εἰς Ἀΐδεω :
οὐδὲ γὰρ ὃς θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει,
Ζεὺς Κρονίδης, θνητοῖς πᾶσιν ἁδεῖν δύναται.

805-810

805τόρνου καὶ στάθμης καὶ γνώμονος ἄνδρα θεωρὸν
εὐθύτερον χρὴ ἔμεν, Κύρνε, φυλασσόμενον,
ᾧτινί κεν Πυθῶνι θεοῦ χρήσασ᾽ ἱέρεια
ὀμφὴν σημήνῃ πίονος ἐξ ἀδύτου:
οὔτε τι γὰρ προσθεὶς οὐδέν κ᾽ ἔτι φάρμακον εὕροις,
οὔτ᾽ ἀφελὼν πρὸς θεῶ ν ἀμπλακίην προφύγοις.

811-814

χρῆμ᾽ ἔπαθον θανάτου μὲν ἀεικέος οὔτι κάκιον,
τῶν δ᾽ ἄλλων πάντων, Κύρν᾽, ἀνιηρότατον:
οἵ με φίλοι προὔδωκαν. ἐγὼ δ᾽ ἐχθροῖσι πελασθεὶς
ἐδήσω καὶ τοὺς ὅντιν᾽ ἔχουσι νόον.

815-816

815βοῦς μοι ἐπὶ γλώσσῃ κρατερῷ ποδὶ λὰξ ἐπιβαίνων
ἴσχει κωτίλλειν καίπερ ἐπιστάμενον.

817-818

Κύρν᾽, ἔμπης δ᾽ ὅτι μοῖρα παθεῖν οὐκ ἔσθ᾽ ὑπαλύξαι:
ὅττι δὲ μοῖρα παθεῖν οὔτι δέδοικα παθεῖν.

819-820

ἐς πολυάρητον κακὸν ἥκομεν, ἔνθα μάλιστα,
Κύρνε, συναμφοτέρους μοῖρα λάβοι θανάτου.

821-822

οἵ κ᾽ ἀπογηράσκοντας ἀτιμάζωσι τοκῆας,
τούτων τοι χώρη, Κύρν᾽, ὀλίγη τελέθει.

823-824

μήτε τιν᾽ αὖξε τύραννον ἐπ᾽ ἐλπίδι κέρδεσιν εἴκων,
μήτε κτεῖνε θεῶν ὅρκια συνθέμενος.

825-830

825πῶς ὑμῖν τέτληκεν ὑπ᾽ αὐλητῆρος ἀείδειν
θυμός, γῆς δ᾽ οὖρος φαίνεται ἐξ ἀγορῆς
ἥτε τρέφει καρποῖσιν ἐν εἰλαπίναις ῥοφέοντας
ἀνθεῦντάς τε κόμας πορφυρέοις στεφάνοις ;
ἀλλ᾽ ἄγε δή, σκύθα, κεῖρε κόμην, ἀπόπαυε δὲ κῶμον,
πένθει δ᾽ εὐώδη χῶρον ἀπολλύμενον.

831-832

πίστει χρήματ᾽ ὄλεσσα, ἀπιστίῃ δ᾽ ἐσάωσα:
γνώμη δ᾽ ἀργαλέη γίνεται ἀμφοτέρων.

833-836

πάντα τάδ᾽ ἐν κοράκεσσι καὶ ἐν φθόρῳ, οὐδέ τις ἡμῖν
αἴτιος ἀθανάτων, Κύρνε, θεῶν μακάρων.
ἀλλ᾽ ἀνδρῶν τε βίη καὶ κέρδεα δειλὰ καὶ ὕβρις
πολλῶν ἐξ ἀγαθῶν ἐς κακότητ᾽ ἔβαλεν.

837-840

δισσαί τοι πόσιος κῆρες δειλοῖσι βροτοῖσιν,
δίψα τε λυσιμελὴς καὶ μέθυσις χαλεπή:
τούτων δ᾽ ἂν τὸ μέσον στρωφήσομαι, οὐδέ με πείσεις
οὔτε τι μὴ πίνειν οὔτε λίην μεθύειν.

841-844

οἶνος ἐμοὶ τὰ μὲν ἄλλα χαρίζεται, ἓν δ᾽ ἀχάριστος,
εὖτ᾽ ἂν θωρήξας μ᾽ ἄνδρα πρὸς ἐχθρὸν ἄγῃ:
ἀλλ᾽ ὅτε τἀγκαθύπερθεν ἐόνθ᾽ ὑπένερθε γένηται,
τουτάκις οἴκαδ᾽ ἴμεν παυσάμενοι πόσιος.

845-846

845εὖ μὲν κείμενον ἄστυ κακῶς θέμεν εὐμαρές ἐστιν,
εὖ δὲ θέμεν τὸ κακῶς κείμενον ἀργαλέον.

847-850

λὰξ ἐπίβα δήηῳ κενεόφρονι, τύπτε δὲ κέντρῳ
ὀξέϊ, καὶ ζεύγλην δύσλοφον ἀμφιτίθει:
οὐ γὰρ ἔθ᾽ εὑρήσεις δῆμον φιλοδέσποτον ὧδε
ἀνθρώπων ὁπόσους ἠέλιος καθορᾷ.

851-852

Ζεὺς ἄνδρ᾽ ἐξολέσειεν Ὀλύμπιος, ὃς τὸν ἑταῖρον
μαλθακὰ κωτίλλων ἐξαπατᾶν ἐθέλει.

853-854

Ἤιδεα μὲν καὶ πρόσθεν, ἀτὰρ πολὺ λώϊα δὴ νῦν,
οὕνεκα τοῖς δειλοῖς οὐδεμί᾽ ἐστὶ χάρις.

855-856

855πολλάκι δὴ πόλις ἥδε δί᾽ ἡγεμόνων κακότητα
ὥσπερ κεκλιμένη ναῦς παρὰ γῆν ἔδραμεν.

857-860

τῶν δὲ φίλων εἰ μέν τις ὁρᾷ μέ τι δειλὸν ἔχοντα,
αὐχέν᾽ ἀποστρέψας οὐδ᾽ ἐσορᾶν ἐθέλει:
ἢν δέ τί μοί ποθεν ἐσθλόν, παυράκι γίνεται ἀνδρί,
πολλοὺς ἀσπασμοὺς καὶ φιλότητας ἔχω.

861-864

οἵ με φίλοι προδιδοῦσι καὶ οὐκ ἐθέλουσί τι δοῦναι
ἀνδρῶν φαινομένων: ἀλλ᾽ ἐγὼ αὐτομάτη
ἑσπεριή τ᾽ ἔξειμι καὶ ὀρθρίη αὖτις ἔσειμι,
ἦμος ἀλεκτρυόνων φθόγγος ἐγειρομένων.

865-868

865πολλοῖς ἀχρήστοισι θεὸς διδοῖ ἀνδράσιν ὄλβον,
ὅστις μήτ᾽ αὐτῷ βέλτερος οὐδὲν ἐὼν
μήτε φίλοις. ἀρετῆς δὲ μέγα κλέος οὔποτ᾽ ὀλεῖται:
αἰχμητὴς γὰρ ἀνὴρ γῆν τε καὶ ἄστυ σαοῖ.

869-872

ἔν μοι ἔπειτα πέσοι μέγας οὐρανὸς εὐρὺς ὕπερθεν
χάλκεος, ἀνθρώπων δεῖμα χαμαιγενέων,
εἰ μὴ ἐγὼ τοῖσιν μὲν ἐπαρκέσω οἵ με φιλεῦσι,
τοῖς δ᾽ ἐχθροῖς ἀνίη καὶ μέγα πῆμ᾽ ἔσομαι.

873-876

Οἶνε, τὰ μέν σ᾽ αἰνῶ, τὰ δὲ μέμφομαι: οὐδέ σε πάμπαν
οὔτε ποτ᾽ ἐχθαίρειν οὔτε φιλεῖν δύναμαι.
ἐσθλὸν καὶ κακόν ἐσσι: τίς ἄν σέ γε μωμήσαιτο,
τίς δ᾽ ἂν ἐπαινήσαι, μέτρον ἔχων σοφίης;

877-878

Ἥβα μοι, φίλε θυμέ: τάχ᾽ αὖ τινες ἄλλοι ἔσονται
ἄνδρες, ἐγὼ δὲ θανὼν γαῖα μέλαιν᾽ ἔσομαι.

879-884

πῖν᾽ οἶνον, τὸν ἐμοὶ κορυφῇς ὕπο Τηϋγέτοιο
ἄμπελοι ἤνεγκαν, τὰς ἐφύτευσ᾽ γέρων
οὔρεος ἐν βήσσῃσι θεοῖσι φίλος Θεότιμος
ἐκ Πλατανιστοῦντος ψυχρὸν ὕδωρ ἐπάγων:
τοῦ πίνων ἀπὸ μὲν χαλεπὰς σκεδάσεις μελεδώνας,
θωρηχθεὶς δ᾽ ἔσεαι πολλὸν ἐλαφρότερος.

885-886

885εἰρήνη καὶ Πλοῦτος ἔχοι πόλιν, ὄφρα μετ᾽ ἄλλων
κωμάζοιμι: κακοῦ δ᾽ οὐκ ἔραμαι πολέμου.

887-888

μηδὲ λίην κήρυκος ἀν᾽ οὖς ἔχε μακρὰ βοῶντος:
οὐ γὰρ πατρῴας γῆς πέρι μαρνάμεθα.

889-890

ἀλλ᾽ αἰσχρὸν παρεόντα καὶ ὠκυπόδων ἐπιβάντα
ἵππων μὴ πόλεμον δακρυόεντ᾽ ἐσιδεῖν.

891-894

οἴ μοι ἀναλκείης: ἀπὸ μὲν Κήρινθος ὄλωλεν,
Ληλάντου δ᾽ ἀγαθὸν κείρεται οἰνόπεδον:
οἱ δ᾽ ἀγαθοὶ φεύγουσι, πόλιν δὲ κακοὶ διέπουσιν.
ὡς δὴ Κυψελιδέων Ζεὺς ὀλέσειε γένος.

895-896

895γνώμης δ᾽ οὐδὲν ἄμεινον ἀνὴρ ἔχει αὐτὸς ἐν αὐτῷ
οὐδ᾽ ἀγνωμοσύνης, Κύρν᾽, ὀδυνηρότερον.

897-900

Ζεὺς εἰ πάντ᾽ ἄνδρεσσι καταθνητοῖς χαλέπαινεν,
γινῴσκων καὶ νοῦν οἷον ἕκαστος ἔχει
αὐτὸς ἐνὶ στήθεσσι καὶ ἔργματα τῶν τε δικαίων
τῶν τ᾽ ἀδίκων, μέγα κεν πῆμα βροτοῖσιν ἐπῆν.

901-902

ἔστιν μὲν χείρων δ᾽ ἀμείνων ἔργον ἕκαστον:
οὐδεὶς δ᾽ ἀνθρώπων αὐτὸς ἅπαντα σοφός.

903-930

ὅστις ἀνάλωσιν τηρεῖ κατὰ χρήματα θηκῶν,
κυδίστην ἀρετὴν τοῖς συνιεῖσιν ἔχει.
εἰ μὲν γὰρ κατιδεῖν βιότου τέλος ἦν, ὁπόσον τις
ἤμελλ᾽ ἐκτελέσας εἰς Ἀΐδαο περᾶν,
εἰκὸς ἂν ἦν, ὃς μὲν πλείω χρόνον αἶσαν ἔμιμνε,
φείδεσθαι μᾶλλον τοῦτον, ἵν᾽ εἶχε βίον:
νῦν δ᾽ οὐκ ἔστιν. δὴ καὶ ἐμοὶ μέγα πένθος ὄρωρεν,
910καὶ δάκνομαι ψυχήν, καὶ δίχα θυμὸν ἔχω.
ἐν τριόδῳ δ᾽ ἕστηκα: δὔ εἰσὶ πρόσθεν ὁδοί μοι:
φροντίζω τούτων ἥντιν᾽ ἴω πρότερην:
μηδὲν δαπανῶν τρύχω βίον ἐν κακότητι,
ζώω τερπνῶς ἔργα τελῶν ὀλίγα.
εἶδον μὲν γὰρ ἔγωγ᾽, ὃς ἐφείδετο, κοὔποτε γαστρὶ
σῖτον ἐλευθέριον πλούσιος ὢν ἐδίδου,
ἀλλὰ πρὶν ἐκτελέσαι κατέβη δόμον Ἄϊδος εἴσω,
χρήματα δ᾽ ἀνθρώπων οὑπιτυχὼν ἔλαβεν:
ὥστ᾽ ἐς ἄκαιρα πονεῖν καὶ μὴ δόμεν κε θέλῃσι.
920εἶδον δ᾽ ἄλλον, ὃς γαστρὶ χαριζόμενος
χρήματα μὲν διέτριψεν, ἔφη δ᾽ Ὑπάγω φρένα τέρψας:
πτωχεύει δὲ φίλους πάντας, ὅπου τιν᾽ ἴδῃ.
οὕτω, Δημόκλεις, κατὰ χρήματ᾽ ἄριστον ἁπάντων
τὴν δαπάνην θέσθαι καὶ μελέτην ἐχέμεν.
οὔτε γὰρ ἂν προκαμὼν ἄλλῳ καμάτου μεταδοίης,
οὔτ᾽ ἂν πτωχεύων δουλοσύνην τελέοις:
οὐδ᾽, εἰ γῆρας ἵκοιο, τὰ χρήματα πάντ᾽ ἀποδραίη.
ἐν δὲ τοιῷδε γένει χρήματ᾽ ἄριστον ἔχειν:
ἢν μὲν γὰρ πλουτῇς, πολλοὶ φίλοι, ἢν δὲ πένηαι,
παῦροι, κοὐκέθ᾽ ὁμῶς αὐτὸς ἀνὴρ ἀγαθός.

931-932

φείδεσθαι μὲν ἄμεινον, ἐπε ο ὐδὲ θανὀντ᾽ ἀποκλαίει
οὐδείς, ἢν μὴ ὁρᾷ χρήματα λειπόμενα.

933-938

παύροις ἀνθρώπων ἀρετὴ καὶ κάλλος ὀπηδεῖ:
ὄλβιος, ὃς τούτων ἀμφοτέρων ἔλαχεν.
πάντες μιν τιμῶσιν: ὁμῶς νέοι οἵ τε κατ᾽ αὐτὸν
χώρης εἴκουσιν τοί τε παλαιότεροι:
γηράσκων δ᾽ ἀστοῖσι μεταπρέπει, οὐδέ τις αὐτὸν
βλάπτειν οὔτ᾽ αἰδοῦς οὔτε δίκης ἐθέλει.

939-942

οὐ δύναμαι φωνῇ λίγ᾽ ἀειδέμεν ὥσπερ ἀηδών:
καὶ γὰρ τὴν προτέρην νύκτ᾽ ἐπὶ κῶμον ἔβην.
οὐδὲ τὸν αὐλητὴν προφασίζομαι: ἀλλά με γῆρυς
ἐκλείπει σοφίης οὐκ ἐπιδευόμενον.

943-944

ἐγγύθεν αὐλητῆρος ἀείσομαι ὧδε καταστὰς
δεξιός, ἀθανάτοις θ εοῖσιν ἐπευχόμενος.

945-946

945εἶμι παρὰ στάθμην ὀρθὴν ὁδόν, οὐδετέρωσε
κλινόμενος: χρὴ γάρ μ᾽ ἄρτια πάντα νοεῖν.

947-948

πατρίδα κοσμήσω, λιπαρὴν πόλιν, οὔτ᾽ ἐπὶ δήμῳ
τρέψας οὔτ᾽ ἀδίκοις ἀνδράσι πειθόμενος.

949-954

νεβρὸν ὑπὲξ ἐλάφοιο λέων ὣς ἀλκὶ πεποιθὼς
950ποσσὶ καταιμάρψας αἵματος οὐκ ἔπιον:
τειχέων δ᾽ ὑψηλῶν ἐπιβὰς πόλιν οὐκ ἀλάπαξα:
ζευξάμενος δ᾽ ἵππους ἅρματος οὐκ ἐπέβην:
πρήξας δ᾽ οὐκ ἔπρηξα, καὶ οὐκ ἐτέλεσσα τελέσσας,
δρήσας δ᾽ οὐκ ἔδρησ᾽, ἤνυσα δ᾽ οὐκ ἀνύσας.

955-956

955δειλοὺς εὖ ἕρδοντι δύω κακά: τῶν τε γὰρ αὐτοῦ
χήρευσε κτεάνων, καὶ χάρις οὐδεμία.

957-958

εἴ τι παθὼν ἀπ᾽ ἐμεῦ ἀγαθὸν μέγα μὴ χάριν οἶδας,
χρῄζων ἡμετέρους αὖτις ἵκοιο δόμους.

959-962

ἔστε μὲν αὐτὸς ἔπινον ἀπὸ κρήνης μελανύδρου,
ἡδύ τέ μοί τι δόκει καὶ καλὸν εἶμεν ὕδωρ:
νῦν δ᾽ ἤδη τεθόλωται, ὕδωρ δ᾽ ἀναμίσγεται ὕλῃ:
ἄλλης δὴ κρήνης πίομαι ἡδυπότου.

963-970

μήποτ᾽ ἐπαινήσῃς πρὶν ἂν εἰδῇς ἄνδρα σαφηνέως,
ὀργὴν καὶ θυμὸν καὶ τρόπον ὅντιν᾽ ἔχει.
πολλοί τοι κίβδηλον ἐπίκλοπον ἦθος ἔχοντες
κρύπτουσ᾽, ἐνθέμενοι ῥυθμὸν ἐφημέριον:
τούτων δ᾽ ἐκφαίνει πάντων χρόνος ἦθος ἑκάστου.
καὶ γὰρ ἐγὼ γνώμης πολλὸν ἄρ᾽ ἐκτὸς ἔβην:
ἔφθην δ᾽ αἰνήσας πρίν σου κατὰ πάντα δαῆναι
ἤθεα: νῦν δ᾽ ἤδη νηῦς ἅθ᾽ ἑκὰς διέχω.

971-972

τίς δ᾽ ἀρετὴ πίνοντ᾽ ἐπιοίνιον ἆθλον ἑλέσθαι;
πολλάκι τοι νικᾷ καὶ κακὸς ἄνδρ᾽ ἀγαθόν.

973-978

οὐδεὶς ἀνθρώπων, ὅτε πρῶτ᾽ ἐπὶ γαῖα καλύψῃ
εἴς τ᾽ Ἔρεβος καταβῇ δώματα Περσεφόνης,
τέρπεται οὔτε λύρης οὔτ᾽ αὐλητῆρος ἀκούων,
οὔτε Διωνύσου δῶρ᾽ ἔτ᾽ ἀειρόμενος.
ταῦτ᾽ ἐσορῶν κραδίην εὖ πείσομαι, ὄφρα τ᾽ ἐλαφρὰ
γούνατα καὶ κεφαλὴν ἀτρεμέως προφέρω.

979-982

μή μοι ἀνὴρ εἴη γλώσσῃ φίλος, ἀλλὰ καὶ ἔργῳ:
χερσίν τε σπεύδοι χρήμασί τ᾽ ἀμφότερα.
μηδὲ παρὰ κρητῆρι λόγοισιν ἐμὴν φρένα θέλγοι,
ἀλλ᾽ ἕρδων φαίνοιτ᾽, εἴ τι δύναιτ᾽, ἀγαθός.

983-988

ἡμεῖς δ᾽ ἐν θαλίῃσι φίλον καταθώμεθα θυμόν,
ὄφρα τι τερπωλῆς ἔργ᾽ ἐρατεινὰ φέρῃ.
αἶψα γὰρ ὥστε νόημα παρέρχεται ἀγλαὸς ἥβη:
οὐδ᾽ ἵππων ὁρμὴ γίνεται ὠκυτέρη,
αἵτε ἄνακτα φέρουσι δορυσσόον ἐς πόνον ἀνδρῶν
λάβρως πυροφόρῳ τερπόμεναι πεδίῳ.

989-990

πῖν᾽ ὁπόταν πίνωσιν: ὅταν δέ τι θυμὸν ἀσηθῇς,
μηδεὶς ἀνθρώπων γνῷ σε βαρυνόμενον.

991-992

ἄλλοτέ τοι πάσχων ἀνιήσεαι, ἄλλοτε δ᾽ ἕρδων
χαιρήσεις: δύναται δ᾽ ἄλλοτε ἄλλος ἀνήρ.

993-996

εἰ θείης, Ἀκάδημε, μ᾽ ἐφίμερον ὕμνον ἀείδειν,
ἆθλον δ᾽ ἐν μέσσῳ παῖς καλὸν ἄνθος ἔχων
σοί τ᾽ εἴη καὶ ἐμοὶ σοφίης πέρι δηρισάντοιν,
γνοίης χ᾽ ὅσσον ὄνων κρέσσονες ἡμίονοι.

997-1002

τῆμος δ᾽ ἠέλιος μὲν ἐν αἰθέρι μώνυχας ἵππους
ἄρτι παραλλάσσοι μέσσατον ἦμαρ ἐλῶν,
δείπνου δηὖτ᾽ ἀλέγοιμεν ὅσου τινὰ θυμὸς ἀνώγοι,
1000παντοίων ἀγαθῶν γαστρὶ χαριζόμενοι,
χέρνιβα δ᾽ αἶψα θύραζε φέροι στεφανώματα δ᾽ ἕσσαι
εὐειδὴς ῥαδιναῖς χερσὶ Λάκαινα κόρη.

1003-1006

ἥδ᾽ ἀρετή, τόδ᾽ ἄεθλον ἐν ἀνθρώποισιν ἄριστον
κάλλιστόν τε φέρειν γίνεται ἀνδρὶ σοφῷ,
ξυνὸν δ᾽ ἐσθλὸν τοῦτο πόληΐ τε παντί τε δήμῳ,
ὅστις ἂν εὖ διαβὰς ἐν προμάχοισι μένῃ.

1007-1012

ξυνὸν δ᾽ ἀνθρώποις ὑποθήσομαι, ὄφρα τις ἡβᾷ
ἀγλαὸν ἄνθος ἔχων καὶ φρεσὶν ἐσθλὰ νοῇ,
τῶν αὐτοῦ κτεάνων εὖ πάσχεμεν: οὐ γὰρ ἀνηβᾶν
1010δὶς πέλεται πρὸς θεῶν οὐδὲ λύσις θανάτου
θνητοῖς ἀνθρώποισι: καλὸν δ᾽ ἐπὶ γῆρας ἐλέγχει
οὐλόμενον, κεφαλῆς δ᾽ ἅπτεται ἀκροτάτης.

1013-1016

μάκαρ εὐδαίμων τε καὶ ὄλβιος, ὅστις ἄπειρος
ἄθλων εἰς Ἀΐδεω δῶμα μέλαν καταβῇ,
πρίν τ᾽ ἐχθροὺς πτῆξαι καὶ ὑπερβῆναί περ ἀνάγκῃ
ἐξετάσαι τε φίλους ὅντιν᾽ ἔχουσι νόον.

1017-1022

αὐτίκα μοι κατὰ μὲν χροιὴν ῥέει ἄσπετος ἱδρώς,
πτοιῶμαι δ᾽ ἐσορῶν ἄνθος ὁμηλικίης
τερπνὸν ὁμῶς καὶ καλόν, ἐπεὶ πλέον ὤφελεν εἶναι:
1020ἀλλ᾽ ὀλιγοχρόνιος γίνεται ὥσπερ ὄναρ
ἥβη τιμήεσσα, τὸ δ᾽ οὐλόμενον καὶ ἄμορφον
αὐτίχ᾽ ὑπὲρ κεφαλῆς γῆρας ὑπερκρέμαται.

1023-1024

οὔποτε τοῖς ἐχθροῖσιν ὑπὸ ζυγὸν αὐχένα θήσω
δύσλοφον, οὐδ᾽ εἴ μοι Τμῶλος ἔπεστι κάρῃ.

1025-1026

1025δειλοί τοι κακότητι ματαιότεροι νόον εἰσίν,
τῶν δ᾽ ἀγαθῶν αἰεὶ πρήξιες ἰθύτεραι.

1027-1028

ῥηϊδίη τοι πρῆξις ἐν ἀνθρώποις κακότητος,
τοῦ δ᾽ ἀγαθοῦ χαλεπή, Κύρνε, πέλει παλάμη.

1029-1036

τόλμα, θυμέ, κακοῖσιν ὅμως ἄτλητα πεπονθώς:
1030δειλῶν τοι κραδίη γίνεται ὀξυτέρη.
μηδὲ σύ γ᾽ ἀπρήκτοισιν ἐπ᾽ ἔργμασιν ἄλγος ἀέξων
ὄχθει, μηδ᾽ ἄχθευ, μηδὲ φίλους ἀνία,
μηδ᾽ ἐχθροὺς εὔφραινε. θεῶν δ᾽ εἱμαρμένα δῶρα
οὐκ ἂν ῥηϊδίως θνητὸς ἀνὴρ προφύγοι,
οὔτ᾽ ἂν πορφυρέης καταδὺς ἐς πυθμένα λίμνης,
οὔθ᾽ ὅταν αὐτὸν ἔχῃ Τάρταρος ἠερόεις.

1037-1038

ἄνδρα τοίἐστ᾽ ἀγαθὸν χαλεπώτατον ἐξαπατῆσαι,
ὡς ἐμοὶ ἐν γνώμῃ, Κύρνε, πάλαι κέκριται.

1038α-1038β

Ἤιδεα μὲν καὶ πρόσθεν, ἀτὰρ πολὺ λώϊα δὴ νῦν,
οὕνεκα τοῖς δειλοῖς οὐδεμἴ ἐστὶ χάρις.

1039-1040

ἄφρονες ἄνθρωποι καὶ νήπιοι, οἵτινες οἶνον
μὴ πίνωσ᾽ ἄστρου Σειρίου ἀρχομένου.

1041-1042

δεῦρο σὺν αὐλητῆρι: παρὰ κλαίοντι γελῶντες
πίνωμεν κείνου κήδεσι τερπόμενοι.

1043-1044

Εὕδωμεν: φυλακὴ δὲ πόλευς φυλάκεσσι μελήσει
Ἀστυφέλης ἐρατῆς πατρίδος ἡμετέρης.

1045-1046

1045ναὶ μὰ Δἴ, εἴ τις τῶνδε καὶ ἐγκεκαλυμμἑνος εὕδει,
ἡμέτερον κῶμον δέξεται ἁρπαλέως.

1047-1048

νῦν μὲν πίνοντες τερπώμεθα, καλὰ λέγοντες:
ἅσσα δ᾽ ἔπειτ᾽ ἔσται, ταῦτα θεοῖσι μέλει.

1049-1054

σοὶ δ᾽ ἐγὼ οἷά τε παιδὶ πατὴρ ὑποθήσομαι αὐτὸς
ἐσθλά: σὺ δ᾽ ἐν θυμῷ καὶ φρεσὶ ταῦτα βάλευ.
μήποτ᾽ ἐπειγόμενος πράξῃς κακόν, ἀλλὰ βαθείῃ
τῇ φρενὶ βούλευσαι σωσιδίκῳ τε νόῳ:
τῶν γὰρ μαινομένων πέτεται θυμός τε νόος τε,
βουλὴ δ᾽ εἰς ἀγαθὸν καὶ νόον ἐσθλὸν ἄγει.

1055-1058

1055ἀλλὰ λόγον μὲν τοῦτον ἐάσομεν, αὐτὰρ ἐμοὶ σὺ
αὔλει, καὶ Μουσῶν μνησόμεθ᾽ ἀμφότεροι:
αὗται γὰρ τάδ᾽ ἔδωκαν ἔχειν κεχαρις μένα δῶρα
σοὶ καὶ ἐμοί, συνέμεν δ᾽ ἀμφιπερικτίοσιν.

1059-1062

̣Τιμαγόρα, πολλῶν ὀργὴν ἀπάτερθεν ὁρῶντι
γινῴσκειν χαλεπόν, καίπερ ἐόντι σοφῷ:
οἱ μὲν γὰρ κακότητα κατακρύψαντες ἔχουσι
πλούτῳ, τοὶ δ᾽ ἀρετὴν οὐλομένῃ πενίῃ.

1063-1068

ἐν δ᾽ ἥβῃ πάρα μὲν ξὺν ὁμήλικι πάννυχον εὕδειν
ἱμερτῶν ἔργων ἐξ ἔρον ἱέμενον,
ἔστι δὲ κωμάζοντα μετ᾽ αὐλητῆρος ἀείδειν.
οὐδέν τοι τούτων ἄλλ᾽ ἔπι τερπνότερον
ἀνδράσιν οὐδὲ γυναιξί. τί μοι πλοῦτός τε καὶ αἰδώς;
τερπωλὴ νικᾷ πάντα σὺν εὐφροσύνῃ.

1069-1070

ἄφρονες ἄνθρωποι καὶ νήπιοι, οἵτε θανόντας
κλαίουσ᾽, οὐδ᾽ ἥβης ἄνθος ἀπολλύμενον.

1070α-1070β

τέρπεό μοι, φίλε θυμέ: τάχ᾽ αὖ τινες ἄλλοι ἔσονται
ἄνδρες, ἐγὼ δὲ θανὼν γαῖα μέλαιν᾽ ἔσομαι.

1071-1074

Κύρνε, φίλους πρὸς πάντας ἐπίστρεφε ποικίλον ἦθος,
συμμίσγων ὀργὴν οἷος ἕκαστος ἔφυ:
νῦν μὲν τῷδ᾽ ἐφέπευ, τοτὲ δ᾽ ἀλλοῖος πέλευ ὀργήν.
κρεῖσσόν τοι σοφίη καὶ μεγαλῆς ἀρετῆς.

1075-1078

1075πρήγματος ἀπρήκτου χαλεπώτατόν ἐστι τελευτὴν
γνῶναι ὅπως μέλλει τοῦτο θεὸς τελέσαι:
ὄρφνη γὰρ τέταται, πρὸ δὲ τοῦ μέλλοντος ἔσεσθαι
οὐ ξυνετὰ θνητοῖς πείρατ᾽ ἀμηχανίης.

1079-1080

οὐδένα τῶν ἐχθρῶν μωμήσομαι ἐσθλὸν ἐόντδ,
οὐδὲ μὲν αἰνήσω δειλὸν ἐόντα φίλον.

1081-1082β

Κύρνε, κύει πόλις ἥδε, δέδοικα δὲ μὴ τέκῃ ἄνδρα
ὑβριστήν, χαλεπῆς ἡγεμόνα στάσιος:
ἀστοὶ μὲν γὰρ ἔασι σαόφρονες, ἡγεμόνες δὲ
τετράφαται πολλὴν ἐς κακότητα πεσεῖν.

1082ξ-1082φ

μή μ᾽ ἔπεσιν μὲν στέργε, νόον δ᾽ ἔχε καὶ φρένας ἄλλῃ,
εἴ με φιλεῖς καί σοι πιστὸς ἔνεστι νόος:
ἀλλὰ φίλει καθαρὸν θέμενος νόον μ᾽ ἀποειπὼν
ἔχθαιρ᾽, ἐμφανέως νεῖκος ἀειράμενος.

1083-1084

οὕτω χρὴ τον γ᾽ ἐσθλὸν ἐπιστρέψαντα νόημα
ἔμπεδον αἰὲν ἔχειν ἐς τέλος ἀνδρὶ φίλῳ.

1085-1086

1085Δημῶναξ, σοὶ πολλὰ φέρειν βαρύ: οὐ γὰρ ἐπίστῃ
τοῦθ᾽ ἕρδειν ὅτι σοι μὴ καταθύμιον .

1087-1090

Κάστορ καὶ Πολύδευκες, οἳ ἐν Λακεδαίμονι δίῃ
ναίετ᾽ ἐπ᾽ Εὐρώτᾳ, καλλιρόῳ ποταμῷ,
εἴ ποτε βουλεύσαιμι φίλῳ κακόν, αὐτὸς ἔχοιμι,
εἰ δέ τι κεῖνος ἐμοί, δὶς τόσον αὐτὸς ἔχοι.

1091-1094

Ἀργαλέως μοι θυμὸς ἔχει περὶ σῆς φιλότητος:
οὔτε γὰρ ἐχθαίρειν οὔτε φιλεῖν δύναμαι,
γινῴσκων χαλεπὸν μέν, ὅταν φίλος ἀνδρὶ γένηται,
ἐχθαίρειν, χαλεπὸν δ᾽ οὐκ ἐθέλοντα φιλεῖν.

1095-1096

1095σκέπτεο δὴ νῦν ἄλλον: ἐμοί γε μὲν οὔτις ἀνάγκη
τοῦθ᾽ ἕρδειν: τῶν μοι πρόσθε χάριν τίθεσο.

1097-1100

ἤδη καὶ πτερύγεσσιν ἐπαίρομαι ὥστε πετεινὸν
ἐκ λινέης νεφέλης ἄνδρα κακὸν προφυγών,
βρόκχον ἀπορρήξας: σὺ δ᾽ ἐμῆς φιλότητος ἁμαρτὼν
ὕστερον ἡμετέρην γνώσῃ ἐπιφροσύνην.

1101-1104

ὅστις σοι βούλευσεν ἐμεῦ πέρι καὶ σ᾽ ἐκέλευσεν
οἴχεσθαι προλιπόνθ᾽ ἡμετέρην φιλίην --
ὕβρις καὶ Μάγνητας ἀπώλεσε καὶ Κολοφῶνα
καὶ Σμύρνην: πάντως, Κύρνε, καὶ ὔμμ᾽ ἀπολεῖ.

1104α-1106

δόξα μὲν ἀνθρώποισι κακὸν μέγα, πεῖρα δ᾽ ἄριστον:
πολλοὶ ἀπείρητοι δόξαν ἔχουσ᾽ ἀγαθοί.
ἐς βάσανον δ᾽ ἐλθὼν παρατριβόμενός τε μολίβδῳ
χρυσὸς ἄπεφθος ἐὼν δῆλος ἅπασιν ἔσῃ.

1107-1108

μοι ἐγὼ δειλός: καὶ δὴ κατάχαρμα μὲν ἐχθροῖς
τοῖς δὲ φίλοισι πόνος δεινὰ παθὼν γενόμην.

1109-1114

Κύρν᾽, οἱ πρόσθ᾽ ἀγαθοὶ νῦν αὖ κακοί, οἱ δὲ κακοὶ πρὶν
νῦν ἀγαθοί. τίς κεν ταῦτ᾽ ἀνέχοιτ᾽ ἐσορῶν,
τοὺς ἀγαθοὺς μὲν ἀτιμοτέρους, κακίους δὲ λαχόντας
τιμῆς; μνηστεύει δ᾽ ἐκ κακοῦ ἐσθλὸς ἀνήρ:
ἀλλήλους δ᾽ ἀπατῶντες ἐπ᾽ ἀλλήλοισι γελῶσιν,
οὔτ᾽ ἀγαθῶν μνήμην εἰδότες οὔτε κακῶν.

1114α-1114β

πολλὰ δ᾽ ἀμηχανίῃσι κυλίνδομαι ἀχνύμενος κῆρ:
ἀρχὴν γὰρ πενίης οὐχ ὑπερεδράμομεν.

1115-1116

1115χρήματ᾽ ἔχων πενίην μ᾽ ὠνείδισας: ἀλλὰ τὰ μέν μοι
ἔστι, τὰ δ᾽ ἐργάσομαι θ εο ῖσιν ἐπευξάμενος.

1117-1118

Πλοῦτε, θεῶν κάλλιστε καὶ ἱμεροέστατε πάντων,
σὺν σοὶ καὶ κακὸς ὢν γίνεται ἐσθλὸς ἀνήρ.

1119-1122

ἥβης μέτρον ἔχοιμι, θιλοῖ δέ με Φοῖβος Ἀπόλλων
Λητοϊδης καὶ Ζεὺς ἀθανάτων βασιλεύς,
ὄφρα δίκῃ ζώοιμι κακῶν ἔκτοσθεν ἁπάντων,
ἥβῃ καὶ πλούτῳ θυμὸν ἰαινόμενος.

1123-1128

μή με κακῶν μίμνῃσκε: πέπονθά τοι οἷά τ᾽ Ὀδυσσεύς,
ὅστ᾽ Ἀΐδεω μέγα δῶμ᾽ ἤλυθεν ἐξαναδύς,
ὃς δὴ καὶ μνηστῆρας ἀνείλετο νηλέϊ θυμῷ
Πηνελόπης εὔφρων κουριδίης ἀλόχου,
μιν δήθ᾽ ὑπέμεινε φίλῳ παρὰ παιδὶ μένουσα
ὄφρα τε γῆς ἐπέβη δειμαλέους τε μυχούς ...

1129-1132

Ἐμπίομαι πενίης θυμοφθόρου οὐ μελεδαίνων
οὐδ᾽ ἀνδρῶν ἐχθρῶν οἵ με λέγουσι κακῶς:
ἀλλ᾽ ἥβην ἐρατὴν ὀλοφύρομαι, μ᾽ ἐπιλείπει,
κλαίω δ᾽ ἀργαλέον γῆρας ἐπερχόμενον.

1133-1134

Κύρνε, παροῦσι φίλοισι κακοῦ καταπαύσομεν ἀρχήν,
ζητῶμεν δ᾽ ἕλκει φάρμακα φυομένῳ.

1135-1150

1135ἐλπὶς ἐν ἀνθρώποισι μόνη θεὸς ἐσθλὴ ἔτ᾽ ἐστίν,
ἄλλοι δ᾽ Οὔλυμπόνδ᾽ ἐκπρολιπόντες ἔβαν:
ᾤχετο μὲν Πίστις, μεγάλη θεός, ᾤχετο δ᾽ ἀνδρῶν
σωφροσύνη, Χάριτές τ᾽, φίλε, γῆν ἔλιπον.
ὅρκοι δ᾽ οὐκέτι πιστοὶ ἐν ἀνθρώποισι δίκαιοι,
1140οὐδὲ θεοὺς οὐδεὶς ἅζεται ἀθανάτους:
εὐσεβέων δ᾽ ἀνδρῶν γένος ἔφθιται, οὐδὲ θέμιστας
οὐκέτι γινῴσκουσ᾽ οὐδὲ μὲν εὐνομίας.
ἀλλ᾽ ὄφρα τις ζώῃ καὶ ὁρᾷ φάος ἠελίοιο
εὐσεβέων περὶ θ εο ὺς Ἐλπίδα προσσεβέτω:
εὐχέσθω δὲ θεοῖσι κατ᾽ ἀγλαὰ μηρία καίων
ἐλπίδι τε πρώτῃ καὶ πυμάτῃ θυέτω.
φραζέσθω δ᾽ ἀδίκων ἀνδρῶν σκολιὸν λόγον αἰεί,
οἳ θεῶ ν ἀθανάτων οὐδὲν ὀπιζόμενοι
αἰὲν ἐπ᾽ ἀλλοτρίοις κτεάνοις ἐπέχουσι νόημα,
αἰσχρὰ κακοῖς ἔργοις σύμβολα θηκάμενοι.

1151-1152

μήποτε τὸν παρεόντα μεθεὶς φίλον ἄλλον ἐρεύνα
δειλῶν ἀνθρώπων ῥήμασι πειθόμενος.

1153-1154

εἴη μοι πλουτοῦντι κακῶν ἀπάτερθε μεριμνέων
ζώειν ἀβλαβέως μηδὲν ἔχοντι κακόν.

1155-1156

1155οὐκ ἔραμαι πλουτεῖν οὐδ᾽ εὔχομαι, ἀλλά μοι εἴη
ζῆν ἀπὸ τῶν ὀλίγων μηδὲν ἔχοντι κακόν.

1157-1160

πλοῦτος καὶ σοφίη θνητοῖς ἀμαχώτατον αἰεί:
οὔτε γὰρ ἂν πλούτου θυμὸν ὑπερκορέσαις,
ὣς δ᾽ αὔτως σοφίην σοφώτατος οὐκ ἀποφεύγε;,
ἀλλ᾽ ἔραται, θυμὸν δ᾽ οὐ δύναται τελέσαι.

1160ἁἰ

νέοι οἷ νῦν ἄνδρες ...
...

1160ἁιἰ-1160β

... ἐμοί γε μεν οὔτις ἀνάγκη
ταῦθ᾽ ἕρδειν: τῶν μοι πρόσθε χάριν τίθεσο.

1161-1162

οὐδένα θησαυρὸν παισὶν κατανῆσαι ἄμεινον:
αἰτοῦσιν δ᾽ ἀγαθοῖς ἀνδράσι, Κύρνε, δίδου.

1162α-1162φ

οὐδεὶς γὰρ πάντ᾽ ἐστὶ πανόλβιος: ἀλλ᾽ μὲν ἐσθλὸς
τολμᾷ ἔχων τὸ κακόν, κοὐκ ἐπίδηλον ὅμως:
δειλὸς δ᾽ οὔτ᾽ ἀγαθοῖς τις ἐπίσταται οὔτε κακοῖσι
θυμὸν ὁμῶς μίσγειν. ἀθανάτων τε δόσεις
παντοῖαι θνητοῖσιν ἐπέρχοντ᾽: ἀλλ᾽ ἐπιτολμᾶν
χρὴ δῶρ᾽ ἀθανάτων οἷα διδοῦσιν ἔχειν.

1163-1164

ὀφθαλμοὶ καὶ γλῶσσα καὶ οὔατα καὶ νόος ἀνδρὶ
ἐν μέσσῳ στηθέων εὐξυνέτῳ φύεται.

1164α-1164δ

τοιοῦτός τοι ἀνὴρ ἔστω φίλος, ὃς τὸν ἑταῖρον
γινῴσκων ὀργὴν καὶ βαρὺν ὄντα φέρει
ἀντὶ κασιγνήτου. σὺ δέ μοι, φίλε, τοῦτ᾽ ἐνὶθυμῷ
φράζεο, καί ποτέ μου μνήσεαι ἐξοπίσω.

1164ε-1164η

οὔτιν᾽ ὁμοῖον ἐμοὶ δύναμαι διζήμενος εὑρεῖν
πιστὸν ἑταῖρον ὅτῳ μή τις ἔνεστι δόλος:
ἐς βάσανον δ᾽ ἐλθὼν παρατριβόμενός τε μολίβδῳ
χρυσός, ὑπερτερίης ἄμμιν ἔνεστι τύπος.

1165-1166

1165τοῖς ἀγαθοἷς σύμμισγε, κακοῖσι δὲ μήποθ᾽ ὁμαρτεῖ,
εὖτ᾽ ἂν ὁδοῦ τελέῃς τέρματ᾽ ἐπ᾽ ἐμπορίην.

1167-1168

τῶν ἀγαθῶν ἐσθλὴ μὲν ἀπόκρισις ἐσθλὰ δὲ ἔργα:
τῶν δὲ κακῶν ἄνεμοι δειλὰ φέρουσιν ἔπη.

1169-1170

ἐκ καχεταιρειης κακὰ γίνεται: εὖ δὲ καὶ αὐτὸς
γνώσῃ, ἐπεὶ μεγάλους ἤλιτες ἀθανάτους.

1171-1176

γνώμην, Κύρνε, θεοὶ θνητοῖσι διδοῦσιν ἄριστον
ἀνθρώποις: γνώμη πείρατα παντὸς ἔχει.
μάκαρ, ὅστις δή μιν ἔχει φρεσίν: πολὺ κρέσσων
ὕβριος οὐλομένης λευγαλέου τε κόρου:
ἔστι δὲ ταῦτα βροτοῖσι κακῶν τῶν οὔτι κάκιον:
πᾶσα γὰρ ἐκ τούτων, Κύρνε, πέλει κακότης.

1177-1178

εἴ κ᾽ εἴης ἔργων αἰσχρῶν ἀπαθὴς καὶ ἀεργός,
Κύρνε, μέγιστόν κεν πεῖραρ ἔχοις ἀρετῆς.

1178α-1178β

τολμᾶν χρὴ χαλεποῖσιν ἐν ἄλγεσιν ἦτορ ἔχοντα,
πρὸς δὲ θεῶν αἰτεῖν ἔκλυσιν ἀθανάτων.

1179-1182

Κύρνε, θεοὺς αἰδοῦ καὶ δείδιθι: τοῦτο γὰρ ἄνδρα
εἴργει μήθ᾽ ἕρδειν μήτε λέγειν ἀσεβῆ:
δημοφάγον δὲ τύραννον, ὅπως ἐθέλῃς, κατακλῖναι
οὐ νέμεσις πρὸς θεῶν γίνεται οὐδεμία.

1183-1184

οὐδένα, Κύρν᾽, αὐγαὶ φαεσιβρότου ἠελίοιο
ἄνδρ᾽ ἐφορῶσ᾽ μὴ μῶμος ἐπικρέμαται.

1184α-1184β

ἀστῶν δ᾽ οὐ δύναμαι γνῶναι νόον ὅντιν᾽ ἔχουσιν:
οὔτε γὰρ εὖ ἕρδων ἁνδάνω οὔτε κακῶς.

1185-1186

1185νοῦς ἀγαθὸν καὶ γλῶσσ᾽: ἀτὰρ ἐν παύροισι πέφυκεν
ἀνδράσιν οἳ τούτων ἀμφοτέρων ταμίαι.

1187-1190

οὔτις ἄποινα διδοὺς θάνατον φύγοι, οὐδὲ βαρεῖαν
δυστυχίην, εἰ μὴ μοῖρ᾽ ἐπὶ τέρμα βάλοι:
οὐδ᾽ ἂν δυσφροσύνης ὅτε δὴ θεὸς ἄλγεα πέμποι,
θνητὸς ἀνὴρ δώροις ἱλάμενος προφύγοι.

1191-1194

οὐκ ἔραμαι κλισμῷ βασιληΐῳ ἐγκατακεῖσθαι
τεθνέως, ἀλλά τι μοι ζῶντι γένοιτ᾽ ἀγαθόν.
ἀσπάλαθοι δὲ τάπησιν ὁμοῖον στρῶμα θανόντι:
εὔκολος σκληρῷ κλίνεται μαλακῷ.

1195-1196

1195μήτι θεοὺς ἐπίορκον ἐπόμνυθι: οὐ γὰρ ἀνυστὸν
ἀθανάτους κρύψαι χρεῖος ὀφειλόμενον.

1197-1202

ὄρνιθος φωνήν, Πολυπαίδη, ὀξὺ βοώσης
ἤκουσ᾽, ἥτε βροτοῖς ἄγγελος ἦλθ᾽ ἀρότου
ὡραίου: καί μοι κραδίην ἐπάταξε μέλαιναν
ὅττι μοι εὐανθεῖς ἄλλοι ἔχουσιν ἀγρούς,
οὐδ᾽ ἐμοὶ ἡμίονοι κύφων᾽ ἕλκουσιν ἀρότρου,
τῆς μάλα μισητῆς εἵνεκα ναυτιλίης.

1203-1206

οὐκ εἶμ᾽, οὐδ᾽ ἐπ᾽ ἐμοῦ κεκλαύσεται οὐδ᾽ ἐπὶ τύμβῳ
οἰμωχθεὶς ὑπὸ γῆν εἶσι τύραννος ἀνήρ,
οὐδ᾽ ἂν ἐκεῖνος ἐμοῦ τεθνηότος οὔτ᾽ ἀνιῷτο
οὔτε κατὰ βλεφάρων θέρμα βάλοι δάκρυα.

1207-1208

οὔτε σε κωμάζειν ἀπερύκομεν οὔτε καλοῦμεν,
ἀργαλέος παρεών, καὶ φίλος εὔτ᾽ ἂν ἀπῇς.

1209-1210

αἴθων μὲν γένος εἰμί, πόλιν δ᾽ εὐτείχεα Θήβην
οἰκῶ πατρῴας γῆς ἀπερυκόμενος.

1211-1216

μή μ᾽ ἀφελῶς παίζουσα φίλους δένναζε τοκῆας,
Ἄργυρι. σοὶ μὲν γὰρ δούλιον ἦμαρ ἔπι:
ἡμῖν δ᾽ ἄλλα μέν ἐστι, γύναι, κακὰ πόλλ᾽ ἐπεὶ ἐκ γῆς
φεύγομεν, ἀργαλέη δ᾽ οὐκ ἔπι δουλοσύνη,
οὐδ᾽ ἡμᾶς περνᾶσι: πόλις γε μέν ἐστι καὶ ἡμῖν
καλὴ Ληθαίῳ κεκλιμένη πεδίῳ.

1217-1218

μήποτε πὰρ κλαίοντα καθεζόμενοι γελάσωμεν
τοῖς αὐτῶν ἀγαθοῖς, Κύρν᾽, ἐπιτερπόμενοι.

1219-1220

ἐχθρῷ μὲν χαλεπὸν τὸν δυσμενῆ ἐξαπατῆσαι
Κύρνε, φίλον δὲ φίλῳ ῥᾴδιον ἐξαπατᾶν.

1221-12221

πολλὰ φέρειν εἴωθε δέος θνητοῖσι βροτοῖσι
πταίσματα τῆς γνώμης, Κύρνε, ταρασσομένης.

1223-12242

οὐδέν, Κύρν᾽, ὀργῆς ἀδικώτερον, τὸν ἔχοντα
πημαίνει θυμῷ δειλὰ χαριζομένη.

1225-12263

1225οὐδέν, Κύρν᾽ ἀγαθῆς γλυκερώτερόν ἐστι γυναικός:
μάρτυς ἐγώ, σὺ δ᾽ ἐμοὶ γίγνου ἀληθοσύνης.

1229-12304

ἤδη γάρ με κέκληκε θαλάσσιος οἴκαδε νεκρὸς
τεθνηκὼς ζῳῷ φθεγγόμενος στόματι.


2

1231-1234

Σχέτλἰ Ἔρως, μανίαι σ᾽ ἐτιθηνήσαντο λαβοῦσαι:
ἐκ σέθεν ὤλετο μὲν Ἰλίου ἀκρόπολις,
ὤλετο δ᾽ Αἰγείδης Θησεὺς μέγας, ὤλετο δ᾽ Αἴας
ἐσθλὸς Ὀϊλιάδης σῇσιν ἀτασθαλίῃς.

1235-1238

1235 παῖ, ἄκουσον ἐμεῦ δαμάσας φρένας: οὔτοι ἀπειθῆ
μῦθον ἐρῶ τῇ σῇ καρδίῃ οὐδ᾽ ἄχαριν:
ἀλλὰ τλῆθι νόῳ συνιεῖν ἔπος: οὔτοι ἀνάγκη
τοῦθ᾽ ἕρδειν ὅτι σοι μὴ καταθύμιον .

1238α-1240

μήποτε τὸν παρεόντα μεθεὶς φίλον ἄλλον ἐρεύνα
δειλῶν ἀνθρώπων ῥήμασι πειθόμενος:
πολλάκι τοι παρ᾽ ἐμοὶ κατὰ σοῦ λέξουσι μάταια
καὶ παρὰ σοὶ κατ᾽ ἐμοῦ: τῶν δὲ σὺ μὴ ξύνιε.

1241-1242

χαιρήσεις τῇ πρόσθε παροιχομένῃ φιλότητι,
τῆς δὲ παρερχομένης οὐκέτ᾽ ἔσῃ ταμίης.

1243-1244

δὴν δὴ καὶ φίλοι εἶμεν: ἔπειτ᾽ ἄλλοισιν ὁμίλει
ἦθος ἔχων δόλιον πίστιος ἀντίτυπον.

1245-1246

1245οὔποθ᾽ ὕδωρ καὶ πῦρ συμμείξεται, οὐδέ ποθ᾽ ἡμεῖς
πιστοὶ ἐπ᾽ ἀλλήλοις καὶ φίλοι ἐσσόμεθα.

1247-1248

φρόντισον ἔχθος ἐμὸν καὶ ὑπέρβασιν, ἴσθι δὲ θυμῷ
ὥς σ᾽ ἐφ᾽ ἁμαρτωλῇ τείσομαι ὡς δύναμαι.

1249-1252

παῖ, σὺ μὲν αὔτως ἵππῳ, ἐπεὶ σκιρτῶν ἐκορέσθης
αὖθις ἐπὶ σταθμοὺς ἤλυθες ἡμετέρους
ἡνίοχόν τε ποθῶν ἀγαθὸν λειμῶνα τε καλὸν
κρήνην τε ψυχρὴν ἄλσεά τε σκιερά.

1253-1254

ὄλβιος, παῖδές τε φίλοι καὶ μώνυχες ἵπποι
θηρευταί τε κύνες καὶ ξένοι ἀλλοδαποί.

1255-1256

1255ὅστις μὴ παῖδάς τε φιλεῖ καὶ μώνυχας ἵππους
καὶ κύνας, οὔποτέ οἱ θυμὸς ἐν εὐφροσύνῃ:

1257-1258

παῖ, κιγκαλιδεῦσι πολυπλάγκτοισιν ὁμοιοῖ
ὀργήν, ἄλλοτε τοῖς, ἄλλοτε τοῖσι φίλος.

1259-1262

παῖ, τὴν μορφὴν μὲν ἔφυς καλός, ἀλλ᾽ ἐπίκειται
καρτερὸς ἀγνοιῶν σῇ κεφαλῇ στέφανος:
ἰκτίνου γὰρ ἔχεις ἀγχιστρόφου ἐν φρεσὶν ἦθος
ἄλλων ἀνθρώπων ῥήμασι πειθόμενος.

1263-1266

παῖ, ὃς εὖ ἕρδοντι κακὴν ἀπέδωκας ἀμοιβήν,
οὐδέ τις ἀντ᾽ ἀγαθῶν ἐστι χάρις παρὰ σοί,
οὐδέν πώ μ᾽ ὤνησας: ἐγὼ δέ σε πολλάκις ἤδη
εὖ ἕρδων αἰδοῦς οὐδεμιῆς ἔτυχον.

1267-1270

παῖς τε καὶ ἵππος ὁμοῖον ἔχει νόον: οὔτε γὰρ ἵππος
ἡνίοχον κλαίει κείμενον ἐν κονίῃ,
ἀλλὰ τὸν ὕστερον ἄνδρα φέρει κριθαῖσι κορεσθείς:
ὣς δ᾽ αὔτως καὶ παῖς τὸν παρεόντα φιλεῖ.

1271-1274

ραῖ, μαργοσύνῃς ἀπὸ μὲν νόον ὤλεσας ἐσθλόν,
αἰσχύνη τε φίλοις ἡμετέροις ἐγένου:
ἄμμε δ᾽ ἀνέψυξας μικρὸν χρόνον, ἐκ δὲ θυελλῶν
ἦκά γ᾽ ἐνωρμίσθην νυκτὸς ἐπειγομένης.

1275-1278

1275ὡραῖος καὶ Ἔρως ἐπιτέλλεται, ἡνίκα περ γῆ
ἄνθεσιν εἰαρινοῖς θάλλει ἀεξομένη:
τῆμος Ἔρως προλιπὼν Κύπρον, περικαλλέα νῆσον,
εἶσιν ἐπ᾽ ἀνθρώπους χάρμα φέρων κατὰ γῆν.

1278α-1278β

ὅστις σοι βούλευσεν ἐμεῦ πέρι, καί σ᾽ ἐκέλευσεν
οἴχεσθαι προλιπόνθ᾽ ἡμετέρην φιλίην ...

1278ξ-1278δ

νεβρὸν ὑπὲξ ἐλάφοιο λέων ὣς ἀλκὶ πεποιθὼς
ποσσὶ καταιμάρψας αἵματος οὐκ ἔπιον.

1279-1282

οὐκ ἐθέλω σε κακῶς ἕρδειν, οὐδ᾽ εἴ μοι ἄμεινον
πρὸς θεῶ ἀθανάτων ἔσσεται, καλὲ παῖ:
οὐ γὰρ ἁμαρτωλαῖσιν ἐπὶ σμικραῖσι κάθημαι,
τῶν δὲ καλῶν παίδων οὐ τίσις οὐδ᾽ ἀδίκων.

1283-1294

παῖ, μή μ᾽ ἀδίκει -- ἔτι σοι καταθύμιος εἶναι
βούλομ᾽ -- ἐπιφροσύνῃ τοῦτο συνεὶς ἀγαθῇ:
οὐ γάρ τοί με δόλῳ παρελεύσεαι οὐδ᾽ ἀπατήσεις:
νικήσας γὰρ ἔχεις τὸ πλέον ἐξοπίσω,
ἀλλά σ᾽ ἐγὼ τρώσω φεύγοντά με, ὥς ποτέ φασιν
Ἰασίου κούρην ᾔθεον Ἱππομένην,
ὡραίην περ ἐοῦσαν, ἀναινομένην γάμον ἀνδρῶν
φεύγειν: ζωσαμένη δ᾽ ἔργ᾽ ἀτέλεστα τέλει,
πατρὸς νοσφισθεῖσα δόμων, ξανθὴ Ἀταλάντη:
ᾤχετο δ᾽ ὑψηλὰς ἐς κορυφὰς ὀρέων,
φεύγουσ᾽ ἱμερόεντα γάμον χρυσῆς Ἀφροδίτης
δῶρα: τέλος δ᾽ ἔγνω καὶ μάλ᾽ ἀναινομένη.

1295-1298

1295 παῖ, μή με κακοῖσιν ἐν ἄλγεσι θυμὸν ὀρίνῃς
μηδέ με σὴ φιλότης δώματα Περσεφόνης
οἴχηται προφέρουσα: θεῶν δ᾽ ἐποπίζεο μῆνιν
βάξιν τ᾽ ἀνθρώπων ἤπια νωσάμενος.

1299-1304

παῖ, μέχρι τίνος με προφεύξεαι; ὥς σε διώκων
δίζημ᾽. ἀλλὰ τί μοι τέρμα γένοιτο κιχεῖν
σῆς ὀργῆς. σὺ δὲ μάργον ἔχων καὶ ἀγήνορα θυμὸν
φεύγεις, ἰκτίνου σχέτλιον ἦθος ἔχων.
ἀλλ᾽ ἐπίμεινον, ἐμοὶ δὲ δίδου χάριν. οὐκέτι δηρὸν
ἕξεις Κυπρογενοῦς δῶρον ἰοστεφάνου.

1305-1310

1305θυμῷ γνοὺς ὅτι παιδείας πολυηράτου ἄνθος
ὠκύτερον σταδίου, τοῦτο συνεὶς χάλασον
δεσμοῦ, μήποτε καὶ σὺ βιήσεαι, ὄβριμε παίδων,
Κυπρογενοῦς δ᾽ ἔργων ἀντιάσεις χαλεπῶν,
ὥσπερ ἐγὼ νῦν ὧδ᾽ ἐπὶ σοί. σὺ δὲ ταῦτα φύλαξαι,
μηδέ σε νικήσῃ παῖδ᾽ ἀδαῆ κακότης.

1311-1318

οὔ μ᾽ ἔλαθες κλέψας, παῖ: καὶ γάρ σε διώμμαι.
τούτοις οἷσπερ νῦν ἄρθμιος ἠδὲ φίλος
ἔπλευ, ἐμὴν δὲ μεθῆκας ἀτίμητον φιλότητα --
οὐ μὲν δὴ τούτοις γ᾽ ἦσθα φίλος πρότερον,
ἀλλ᾽ ἐγὼ ἐκ πάντων σ᾽ ἐδόκουν θήσεσθαι ἑταῖρον
πιστόν: καὶ δὴ νῦν ἄλλον ἔχεισθα φίλον.
ἀλλ᾽ μὲν εὖ ἕρδων κεῖμαι: σὲ δὲ μήτις ἁπάντων
ἀνθρώπων ἐσορῶν παιδοφιλεῖν ἐθέλοι.

1318α-1318β

Ὤι μοι ἐγὼ δειλός: καὶ δὴ κατάχαρμα μὲν ἐχθροῖς
τοῖς δὲ φίλοισι πόνος δεινὰ παθὼν γενόμην.

1319-1322

παῖ, ἐπεί τοι δῶκε θεὰ χάριν ἱμερόεσσαν
Κύπρις, σὸν δ᾽ εἶδος πᾶσι νέοισι μέλει,
τῶνδ᾽ ἐπάκουσον ἐπῶν καὶ ἐμὴν χάριν ἔνθεο θυμῷ,
γνοὺς ἔρον ὡς χαλεπὸς γίνεται ἀνδρὶ φέρειν.

1323-1326

Κυπρογένη, παῦσόν με πόνων, σκέδασον δὲ μερίμνας
θυμοβόρους, στρέψον δ᾽ αὖθις ἐς εὐφροσύνας,
μερμήρας δ᾽ ἀπόπαυε κακάς, δὸς δ᾽ εὔφρονι θυμῷ
μέτρ᾽ ἥβης τελέσαντ᾽ ἔργματα σωφροσύνης.

1327-1328

παῖ, ἕως ἂν ἔχῃς λείαν γένυν, οὔποτε σαίνων
παύσομαι, οὐδ᾽ εἴ μοι μόρσιμόν ἐστι θανεῖν.

1329-1334

σοί τε διδόντι τι καλὸν ἐμοί τ᾽ οὐκ αἰσχρὸν ἐρῶντι
αἰτεῖν. ἀλλὰ γονεω ν λίσσομαι ἡμετέρων,
αἴδεό μ᾽, παῖ καλὲ, διδοὺς χάριν, εἴ ποτε καὶ σὺ
ἥξεις Κυπρογενοῦς δῶρον ἰοστεφάνου
χρηΐζων, καὶ ἐπ᾽ ἄλλον ἐλεύσεαι, ἀλλά σε δαίμων
δοίη τῶν αὐτῶν ἀντιτυχεῖν ἐπέων.

1335-1336

1335ὄλβιος, ὅστις ἐρῶν γυμνάζεται οἴκαδε δ᾽ ἐλθὼν
εὕδει σὺν καλῷ παιδὶ πανημέριος.

1337-1340

οὐκέτ᾽ ἐρῶ παιδός, χαλεπὰς δ᾽ ἀπελάκτισ᾽ ἀνίας,
μοχθούς τ᾽ ἀργαλέους ἄσμενος ἐξέφυγον,
ἐκλέλυμαι δὲ πόθου πρὸς ἐϋστεφάνου Κυθερείης:
σοὶ δ᾽, παῖ, χάρις ἔστ᾽ οὐδεμία πρὸς ἐμοῦ.

1341-1344

αἰαῖ, παιδὸς ἐρῶ ἁπαλόχροος, ὅς με φίλοισιν
πᾶσι μάλ᾽ ἐκφαίνει κοὐκ ἐθέλοντος ἐμοῦ.
τλήσομαι οὐ κρύψας ἀεκούσια πολλὰ βίαια:
οὐ γὰρ ἐπ᾽ αἰκελίῳ παιδὶ δαμεὶς ἐφάνην.

1345-1350

1345Παιδοφιλεῖν δέ τι τερπνόν, ἐπεί ποτε καὶ Γανυμήδους
ἠράσατο Κρονίδης ἀθανάτων βασιλεύς,
ἁρπάξας δ᾽ ἐς Ὄλυμπον ἀνήγαγε, καί μιν ἔθηκε
δαίμονα παιδείης ἄνθος ἔχοντ᾽ ἐρατόν.
οὕτω μὴ θαύμαζε, Σιμωνίδη, οὕνεκα κἀγὼ
ἐξεφάνην καλοῦ παιδὸς ἔρωτι δαμείς.

1351-1352

παῖ, μὴ κώμαζε, γέροντι δὲ πείθεο μύθῳ:
οὔτοι κωμάζειν σύμφορον ἀνδρὶ νέῳ.

1353-1356

πικρὸς καὶ γλυκύς ἐστι καὶ ἁρπαλέος καὶ ἀπηνής,
ὄφρα τέλειος ἔῃ, Κύρνε, νέοισιν ἔρως.
ἢν γάρ τις τελέσῃ, γλυκὺ γίνεται: ἢν δὲ διώκων
μὴ τελέσῃ, πάντων τοῦτ᾽ ἀνιηρότατον.

1357-1358

αἰεὶ παιδοφίλῃσιν ἐπὶ ζυγὸν αὐχένι κεῖται
δύσλοφον, ἀργαλέον μνῆμα φιλοξενίης.

1359-1360

χρὴ γάρ τοι περὶ παῖδα πονούμενον εἰς φιλότητα
ὥσπερ κληματίνῳ χεῖρα πυρὶ προσάγειν.

1361-1362

ναῦς πέτρῃ προσέκυρσας ἐμῆς φιλότητος ἁμαρτών,
παῖ, καὶ σαπροῦ πείσματος ἀντελάβου.

1363-1364

οὐδαμά σ᾽ οὐδ᾽ ἀπεὼν δηλήσομαι, οὐδέ με πείσει
οὐδεὶς ἀνθρώπων ὡς σύ με μή σε φιλεῖν.

1365-1366

1365 παίδων κάλλιστε καὶ ἱμεροέστατε πάντων,
στῆθ᾽ αὐτοῦ καί μου παῦρ᾽ ἐπάκουσον ἔπη:

1367-1368

παιδός τοι χάρις ἐστί, γυναικὶ δὲ πίστις ἑταίρῃ
οὐδεμί᾽, ἀλλ᾽ αἰεὶ τὸν παρέοντα φιλεῖ.

1369-1372

παιδὸς ἔρως καλὸς μὲν ἔχειν, καλὸς δ᾽ ἀποθέσθαι:
πολλὸν δ᾽ εὑρέσθαι ῥῃτερον τελέσαι.
μυρία δ᾽ ἐξ αὐτοῦ κρέμαται κακά, μυρία δ᾽ ἐσθλά:
ἀλλὰ ταλαντείῃ καί τις ἔνεστι χάρις.

1373-1374

οὐδαμά πω κατέμεινας ἐμὴν χάριν, ἀλλ᾽ ὑπὸ πᾶσαν
αἰεὶ σπουδαίως ἔρχεαι ἀγγελίην.

1375-1376

1375ὄλβιος, ὅστις παιδὸς ἐρῶν οὐκ οἶδε θάλασσαν,
οὐδέ οἱ ἐν πόντῳ νὺξ ἐπιοῦσα μέλει.

1377-1380

καλὸς ἐὼν κακότητι φρενῶν δειλοῖσιν ὁμιλεῖς
ἀνδράσι, καὶ διὰ τοῦτ᾽ αἰσχρὸν ὄνειδος ἔχεις,
παῖ: ἐγὼ δ᾽ ἀέκων τῆς σῆς φιλότητος ἁμαρτὼν
ὠνήμην ἕρδων οἷά τ᾽ ἐλεύθερος ὤν.

1381-1382

ἄνθρωφ᾽, οἵ σ᾽ ἐδόκουν χρυσἧς παρὰ δῶρον ἔχοντα
ἐλθεῖν Κυπρογενοῦς ...

1383-1385

... δῶρον ἰοστεφάνου
γίνεται ἀνθρώποισιν ἔχειν χαλεπώτατον ἄχθος,
ἂν μὴ Κυπρογενὴς δῷ λύσιν ἐκ χαλεπῶν.

1386-1389

Κυπρογενὲς Κυθέρεια δολοπλόκε, σοί τι περισσὸν
Ζεὺς τόδε τιμήσας δῶρον ἔδωκεν ἔχειν:
δαμνᾷς ἀνθρώπων πυκινὰς φρένας, οὐδέ τίς ἐστιν
οὕτως ἴφθιμος καὶ σοφὸς ὥστε φυγεῖν.

1π. δειλίας: *qeo/gnidos:” Stob. Fl. 8. 9

2π. ὀργῆς: *qeo/gnidos:” Stob. Fl. 8. 20. 1

3 “o(/ti ka/lliston ga/mos: *qeo/gnidos:” Stob. Fl. 8. 67. 4

4π. τὰ γριφώδη: toiou=ton d' e)sti\ kai\ to\ *qeo/gnidos tou= poihtou=: ... shmai/nei ga\r ko/xlon.” Ath. 10. 457b

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: