Ἐπιχάρμου
“Ἐπίχαρμος: Τιτύρου ἢ Χιμάρου καὶ Σηκίδος, Συρακούσιος, ἢ ἐκ πόλεως Κράστου τῶν Σικανῶν: ὃς εὗρε τὴν κωμῳδίαν ἐν Συρακούσιας ἅμα Φόρμῳ. ἐδίδαξε δὲ δράματα νβ́ ... ἦν δὲ πρὸ τῶν Περσικῶν ἔτη ἓξ διδάσκων ἐν Συρακούσαις.” Suid. “ἔστι μὲν γὰρ οὐδέποτ᾽ οὐδέν, ἀεὶ δὲ γίγνεται. καὶ περὶ τούτου πάντες ἑξῆς οἱ σοφοὶ πλὴν Παρμενίδου συμφερέσθων, Πρωταγόρας τε καὶ Ἡράκλειτος καὶ Ἐμπεδοκλῇς, καὶ τῶν ποιητῶν οἱ ἄκροι τῆς ποιήσεως ἑκατέρας, κωμῳδίας μὲν Ἐπίχαρμος, τραγῳδίας δὲ Ὅμηρος.” Plat. Theaet. 152d
ἐπίγραμμα
“πάντας δ᾽ ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον: (ά) κατὰ κόπρον ἀντὶ τοῦ κατὰ τὸν συρφετὸν τῆς γῆς. (β́) κόπρον: τὰ κόπρια. ἔστι δὲ καὶ ἐπίγραμμα, ὃ εἰς Ἐπίχαρμο ἀναφέρεται:
” Sch. Il. 22. 414εἰμὶ νεκρός: νεκρὸς δὲ κόπρος, γῆ δ᾽ ἡ κόπρος ἐστίν:
εἰ δ᾽ ἡ γῆ θεός ἐστ᾽, οὐ νεκρός, ἀλλὰ θεός.CURFRAG.tlg-0521.1