previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Τυρταίου



Τυρταῖος: (άἈρχεμβρότου, Λάκων Μιλήσιος, ἐλεγειοποιὸς καὶ αὐλητής: ὃν λόγος τοῖς μέλεσι χρησάμενον παροτρῦναι Λακεδαιμονίους πολεμοῦντας Μεσσηνίοις καὶ ταύτῃ ἐπικρατεστέρους ποιῆσαι. ἔστι δὲ παλαίτατος, σύγχρονος τοῖς Ἑπτὰ κληθεῖσι Σοφοῖς, καὶ παλαίτερος. ἤκμαζε γοῦν κατὰ τὴν λε᾽ Ὀλυμπιάδα. ἔγραψε Πολιτείαν Λακεδαιμονίοις καὶ Ὑποθήκας δί᾽ ἐλεγείας, καὶ μέλη πολεμιστήρια, βιβλία ε᾽. (β́ὅτι Λακεδαιμόνιοι ὤμοσαν Μεσσήνην αἱρήσειν αὐτοὶ τεθνήξεσθαι. χρήσαντος δὲ τοῦ θεοῦ στρατηγὸν παρὰ Ἀθηναίων λαβεῖν, λαμβάνουσι Τυρταῖον τὸν ποιητήν, χωλὸν ἄνδρα: ὃς ἐπ᾽ ἀρετὴν αὐτοὺς παρακαλῶν εἷλε τῷ κ᾽ ἔτει τὴν Μεσσήνην. καὶ ταύτην κατέσκαψαν, καὶ τοὺς αἰχμαλώτους ἐν τοῖς Εἵλωσι κατέταξαν.” Suid.
ΑΘΗΝΑΙΟΣ ΞΕΝΟΣ, ΜΕΓΙΛΛΟΣ ΛΑΚΕΔΑΙΜΟΝΙΟΣ, ΚΛΕΙΝΙΑΣ ΚΡΗΣ: ΑΘ. προστησώμεθα γοῦν Τύρταιον, τὸν φύσει μὲν Ἀθηναῖον, τῶνδε δὲτῶν Λακεδαιμονίωνπολίτην γενόμενον, ὃς δὴ μάλιστα ἀνθρώπων περὶ ταῦτα ἐσπούδακεν, εἰὼν ὅτι: ‘οὔτ᾽ ἂν μνησαίμην οὔτ᾽ ἐν λόγῳ ἄνδρα τιθείμην,’ οὔτ᾽ εἰ τις πλουσιώτατος ἀνθρώπων πων εἴη, φησίν, οὔτ᾽ εἰ πολλὰ ἀγαθὰ κεκτημένος, εἰπὼν σχεδὸν ἅπαντα, ὃς μὴ περὶ τὸν πόλεμον ἄριστος γίγνοιτ᾽ ἀεί. ταῦτα γὰρ ἀκήκοάς που καὶ σὺ τὰ ποιήματα: ὅδε μὲν γὰρ οἶμαι διακορὴς αὐτῶν ἐστι. ΜΕ. πάνυ μὲν οὖν. ΚΛ. καὶ μὴν καὶ παρ᾽ ἡμᾶς ἐλήλυθε κομισθέντα ἐκ Λακεδαίμονος.” Plat. Legg. 629a
Τυρταῖος οὗτος Ἀθηναῖος ἐγένετο, εὐτελὴς τὴν τύχην: γραμματιστής γὰρ ἦν καὶ χωλὸς τὸ σῶμα, καταφρονούμενος ἐν Ἀθήναις. τοῦτον Λακεδαιμονίοις ἔχρησεν Ἀπόλλων μεταπέμψασθαι, ὅτε πρὸς Μεσσηνίους εἶχον τὴν μάχην καὶ ἐν ἀπορίᾳ κατέστησαν πολλῇ, ὡς δὴ ἱκανοῦ αὐτοῖς ἐσομένου πρὸς τὸ συνιδεῖν τὸ λυσιτελές: αὐτῷ γὰρ ἐπέτρεψε χρήσασθαι συμβούλῳ. ἀφικόμενος δὲ οὗτος εἰς Λακεδαίμονα καὶ ἐπίπνους γενόμενος συνεβούλευσεν αὐτοῖς ἀνελέσθαι τὸν πρὸς Μεσσηνίους πόλεμον, προτρέπων παντοίως: ἐν οἷς καὶ τὸ φερόμενον εἰπεῖν ἔπος: ‘Μεσσήνην ἀγαθὸν μὲν ἀροῦν, ἀγαθὸν δὲ φυτεύειν.’ τοῦτον οὖν ἐν τῷ λόγῳ παρέλαβεν Ἀθηναῖος ξένος, ὡς καὶ αὐτὸν πολέμου σύμβουλον γεγονότα.” Sch. ad Plat. Legg. 629a
π. τοῦ Μεσσηνιακοῦ πολέμουτοῦ δευτέρου: ἐγένετο δὲ καὶ Λακεδαιμονίοις μάντευμα ἐκ Δελφῶν τὸν Ἀθηναῖον ἐπάγεσθαι σύμβουλον: ἀποστέλλουσιν οὖν παρὰ τοὺς Ἀθηναίους τὸν τε χρησμὸν ἀπαγγελοῦντας, καὶ ἄνδρα αἰτοῦντας παραινέσοντα χρή σφισιν. Ἀθηναῖοι δὲ οὐδέτερα θέλοντες, οὔτε Λακεδαιμόνιους ἄνευ μεγάλων κινδύνων προσλαβεῖν μοῖραν τῶν ἐν Πελοποννήσῳ τὴν ἀρίστην, οὐδὲ αὐτοὶ παρακοῦσαι τοῦ θεοῦ, πρὸς ταῦτα ἐξευρίσκουσι καὶἦν γὰρ Τυρταῖος διδάσκαλος γραμμάτων, νοῦν τε ἥκιστα ἔχειν δοκῶν καὶ τὸν ἕτερον τῶν ποδῶν χωλόςτοῦτον ἀποστέλλουσιν ἐς Σπάρτην. δὲ ἀφικόμενος ἰδίᾳ τε τοῖς ἐν τέλει καὶ συνάγων ὁπόσους τύχῃ, καὶ ἐλεγεῖα καὶ τὰ ἔπη σφίσι τὰ ἀνάπαιστα ᾖδεν.” Paus. 4. 15. 6
οὐ μόνον δὲ ἐπὶ Σωκράτους Ἀθηναῖοι πεπόνθασι τοῦτο, ἀλλὰ καὶ ἐπὶ πλείστων στων ὅσων. καὶ γὰρ Ὅμηρον, καθ᾽ φησιν Ἡρακλείδης, πεντήκοντα δραχμαῖς ὡς μαινόμενον ἐζημίωσαν, καὶ Τυρταῖον παρακόπτειν ἔλεγον, καὶ Ἀστυδάμαντα πρότερον τῶν περὶ Αἰσχύλον ἐτίμησαν εἰκόνι χαλκῇ.” Diog. L. 2. 43
“ ... ὃν δὴ κατ᾽ ἀρχὰς εἴπομεν τῶν Τυρταίου πολεμικῶν εἶναι πολεμικώτερον.” Plat. Legg. 667
ΑΘΗΝΑΙΟΣ ΞΕΝΟΣ, ΚΛΕΙΝΙΑΣ ΚΡΗΣ: ΑΘ. ἀλλὰ δῆτα οὐ χρὴ τὸν νομοθέτην μόνον τῶν γραφόντων περὶ καλῶν καὶ ἀγαθῶν καὶ δικαίων συμβουλεύειν, διδάσκοντα οἷά τέ ἐστι καὶ ὡς ἐπιτηδευτέον αὐτὰ τοῖς μέλλουσιν εὐδαίμοσιν ἔσεσθαι; ΚΛ. καὶ πῶς οὔ; ΑΘ. ἀλλὰ αἰσχρὸν δὴ μᾶλλον Ὁμήρῳ τε καὶ Τυρταίῳ καὶ τοῖς ἄλλοις ποιηταῖς περὶ βίου τε καὶ ἐπιτηδευμάτων κακῶς θέσθαι γράψαντας, Λυκούργῳ δὲ ἧττον καὶ Σόλωνι καὶ ὅσοι δὴ νομοθέται γενόμενοι γράμματα ἔγραψαν;” Plat. Legg. 858d
Τυρταῖος Λακεδαιμονίων μελλόντων παρατάττεσθαι Μεσσηνίοις καὶ βεβουλευμένων νικᾶν ἀποθανεῖν ἐν τῇ μάχῃ, ἵνα δὲ ὑπὸ τῶν οἰκείων ἐν τῇ τῶν νεκρῶν ἀναιρέσει γνωρίζοιτο ἕκαστος, ἐπὶ τὰς σκυταλίδας τοὔνομα γραψάντων καὶ περὶ τῇ λαιᾷ χειρὶ φερόντων, βουλόμενος ἐκπλῆξαι τοὺς Μεσσηνίους τοῦτο μαθόντας παρήγγειλε μὴ παρατηρεῖν τοὺς αὐτομολοῦντας Εἵλωτας. οἱ δὲ μηδενὸς παραφυλάττοντος ἀνέδην αὐτομολήσαντες ἤγγειλαν τοῖς Μεσσηνίοις τὴν ἀπόνοιαν τὴν Λακωνικήν. οἱ δὲ καταπλαγέντες ἀσθενέστερον ἀγωνισάμενοι τὴν νίκην οὐ διὰ μακροῦ Λακεδαιμονίοις ἔδωκαν.” Polyaen. i. 17
Ἀριστομένης ... πολλὰ κακὰ διεργάσατο τοὺς Σπαρτιάτας, ὅτε καὶ Τυρταῖος ποιητής ὑπὸ Ἀθηναίων ἡγεμὼν ἐδόθη τοῖς Σπαρτιάταις.” Diod. Sic. 8. 36
π. πυρρίχης: ἐμφανίζει δ᾽ ὄρχησις πολεμικὴ οὖσα ὡς Λακεδαιμονίων εὕρημα. πολεμικοὶ δ᾽ εἰσὶν οἱ Λάκωνες, ὧν καὶ οἱ υἱοὶ τὰ ἐμβατήρια μέλη ἀναλαμβάνουσιν, ἅπερ καὶ ἐνόπλια καλεῖται. καὶ αὐτοὶ δ᾽ οἱ Λάκωνες ἐν τοῖς πολέμοις τὰ Τυρταίου ποιήματα ἀπομνημονεύοντες ἔρρυθμον κίνησιν ποιοῦνται. Φιλόχορος δέφησιν κρατήσαντας Λακεδαιμονίους Μεσσηνίων διὰ τὴν Τυρταίου στρατηγίαν ἐν ταῖς στρατείαις ἔθος ποιήσασθαι, ἂν δειπνοποιήσωνται καὶ παιωνίσωσιν ᾁδειν καθ᾽ ἕνα τὰ Τυρταίου: κρίνειν δὲ τὸν πολέμαρχον καὶ ἆθλον διδόναι τῷ νικῶντι κρέας.” Ath. 14. 630e
τὸν Τυρταῖον Λεωνίδας ἐρωτηθεὶς ποῖόν τινα νομίζοι, ‘ἀγαθὸν ποιητήνἔφηνέων ψυχὰς κακκονῆν.’” Plut. Soll. Anim. i. 1

ἐλεγείων


Pap. ap. Sitz. ber. d. Preuss. Akad. d. Wiss. 1918. 729 Fr. A col. 1

... ηρας τε λίθων κα ...
μυιάων ἀδινῶν ἔθνεσιν εἰδομ̣ένους.
τοὺς μὲν ἕλεν βροτολοιγὸς Ἄρης ἀκ̣όρητος ἀϋτῆς
σὺν μάχῃ εὐθείῃ, τοὺς δ᾽ ὑπὲρ ἄκρα βάλεν.
10ἡμεῖς οὖν πάρνοψιν ἐοικότες γεράνοισιν
στείχωμεν κοίλῃς ἀσπίσι φραξά̣μ̣ενοι,
χωρὶς Πάμφυλοί τε καὶ Ὑλλεῖς ἠδὲ Δυμᾶνες
ἀνδροφόνους μελίας χερσὶν ἀνασχόμενοι.
οὕτω δ᾽ ἀθανάτοισι θεοῖς ἐπὶ πάντα τιθέντες
15ἱερῷ ἀτερμονίῃ πεισόμεθ᾽ ἡγεμόνι.
ἀλλ᾽ εὐθὺς σύμπαντες ἀλοιησεῦμεν ἁμαρτῆ
ἀνδράσιν αἰχμηταῖς ἐγγύθεν ἱστάμενοι:
δεινὸς δ᾽ ἀμφοτέρων ἔσται κτύπος ἀντιτιθεντων
ἀσπίδας εὐκύκλους ἀσπίσι τυπτομένας,
20αἰνὰ δ᾽ ἀϋτήσουσιν ἐ᾽ ἀλλήλοισι πεσόντες,
ὤσαντες δ᾽ ἀνδρῶν στήθεσιν ἀμφὶ δόρυ:
κοὐδὲνͅ ἐρωήσουσιν ἐρεικόμενοι βελέεσσιν,
ἀλλ᾽ ὑπὸ χερμαδίων βαλλόμεναι μεγάλων
ἀκλινέες κ̣όρυθες καν̣α̣χὴν ἕξουσιν ἀρῄην.

Pap. ap. Sitz. ber. d. Preuss. Akad. d. Wiss. 1918. 729 Fr. B col. 1 (3) ... Διωνύσοιο τιθήνην
... καλλικόμου Σεμέλης
... 1 10 ... ἀεθλοφόροι περὶ νίκης
... τέρμ᾽ ἐπιδερκόμενοι
... ἐΰτροχον ἅρμα φέροντες
... όμενοι
... ἐπισσεύοντας ὀπίσσω
15 ... χαίτα˘0ς ὑπὲρ κεφαλῆς
... συνοίσομεν ὀξὺν Ἄρηα
... θεσι̣ν̣ ...
... ο οὐδὲ λογήσει
... ς̣ ἔχων
... 2 ... 3 ... 4

π. Τυρταίου: καὶ γὰρ εἶναί φησιν ἐκεῖθεν ἐν τῇ ἐλεγείᾳ ἣν ἐπιγράφουσιν εὐνομίαν:

αὐτὸς γὰρ Κρονίων, καλλιστεφάνου πόσις Ἥρης,
Ζεὺς Ἡρακλείδαις τήνδε δέδωκε πόλιν:
οἷσιν ἅμα προλιπόντες Ἐρινεὸν ἠνεμόεντα
εὐρεῖαν Πέλοπος νῆσον ἀφικόμεθα.

CURFRAG.tlg-0266.1
Str. 8. 362
ἐν δὲ ταῖς ἀριστοκρατίαις γίνονται αἱ στάσεις ... ἔτι ὅταν οἱ μὲν ἀπορῶσι λίαν, οἱ δὲ εὐπορῶσι: καὶ μάλιστα ἐν τοῖς πολέμοις τοῦτο γίνεται. συνέβη δὲ καὶ τοῦτο ἐν Λακεδαίμονι ὑπὸ τὸν Μεσσηνιακὸν πόλεμον. δῆλον δὲ καὶ τοῦτο ἐκ τῆς Τυρταίου ποιήσεως τῆς καλουμένης εὐνομίας. θλιβόμενοι γάρ τινες διὰ τὸν πόλεμον ἠξίουν ἀνάδαστον ποιεῖν τὴν χώραν.” Arist. Pol. 5.6.2
τοῦ δὲ πλήθους ἀθροισθέντος εἰπεῖν μὲν οὐδενὶ γνώμην τῶν ἄλλων ἐφεῖτο, τὴν δ᾽ ὑπὸ τῶν γερόντων καὶ τῶν βασιλέων προτεθεῖσαν ἐπικρῖναι κύριος ἦν δῆμος. ὕστερον μέντοι τῶν πολλῶν ἀφαιρέσει καὶ προσθέσει τὰς γνώμας διαστρεφότων καὶ παραβιαζομένων, Πολύδωρος καὶ Θεόπομπος οἱ βασιλεῖς τάδε τῇ ῥήτρᾳ παρενέγραψαν: Ἁἰ δὲ σκολιὰν δᾶμος ἕλοιτο, τοὺς πρεσβυγενέας καὶ ἀρχαγέτας ἀποστατῆρας ἦμεν᾽, τοῦτ ἔστι μὴ κυροῦν, ἀλλ᾽ ὅλως ἀφίστασθαι καὶ διαλύειν τὸν δῆμον, ὡς ἐκτρέποντα καὶ μεταποιοῦντα τὴν γνώμην παρὰ τὸ βέλτιστον, ἔπεισαν δὲ καὶ αὐτοὶ τὴν πόλιν ὡς τοῦ θεοῦ ταῦτα προστάσσοντος, ὥς που Τυρταῖος ἐπιμέμνηται διὰ τούτων:

Φοίβου ἀκούσαντες Πυθωνόθεν οἴκαδ᾽ ἔνεικαν
μαντείας τε θεοῦ καὶ τελέεντ᾽ ἔπεα:
ὧδε γὰρ ἀργυρότοξος ἄναξ ἑκάεργος Ἀπόλλων
χρυσοκόμης ἔχρη πίονος ἐξ ἀδύτου:
5ἄρχειν μὲν βουλῆς θεοτιμήτους βασιλῆας,
οἷσι μέλει Σπάρτης ἱμερόεσσα πόλις,
πρεσβυγενέα ς τε γέροντας: ἔπειτα δὲ δημότα˘ς ἄνδρας
εὐθείαις ῥήτραις ἀνταπαμειβομένους
μυθεῖσθαί τε τὰ καλὰ καὶ ἕρδειν πάντα δίκαια
10μηδέ τι βουλεύειν τῇδε πόλει σκολιόν,
δήμου δὲ πλήθει νίκην καὶ κάρτος ἕπεσθαι:
Φοῖβος γὰρ περὶ τῶν ὧδ᾽ ἀνέφηνε πόλει.

CURFRAG.tlg-0266.2
Plut. Vit. Lyc . 6ὅτι αὐτὸς Λυκοῦργος ἤνεγκε χρησμὸν ἐκ Δελφῶν περὶ τῆς φιλαργυρίας τὸν ἐν παροιμίας μέρει μνημονευόμενον: ‘ φιλοχρηματία Σπάρταν ὀλεῖ, ἀλλὸ δὲ οὐδέν: ὧδε γὰρ ἀργυρότοξος -- ἀνέφηνε πόλει.’” Diod. Sic. 7. 14
οὗτος δὲ Θεόπομπος ἦν καὶ πέρας ἐπιθεὶς τῷ πολέμῳ: μαρτυρεῖ δέ μοι καὶ τὰ ἐλεγεῖα τῶν Τυρταίου λέγοντα: ‘ἡμετέρῳ ... εὐρύχορον.’

ἡμετέρῳ βασιλῆϊ, θεοῖσι φίλῳ Θεοπόμπῳ,
ὃν διὰ Μεσσήνην εἵλομεν εὐρύχορον,
Μεσσήνην ἀγαθὴν μὲν ἀροῦν, ἀγαθὴν δὲ φυτεύειν,
ἀμφ᾽ αὐτὴν δ᾽ ἐμάχοντ᾽ ἐννεακαίδεκ᾽ ἔτη
5νωλεμέως αἰεί, ταλασίφρονα θυμὸν ἔχοντες,
αἰχμηταὶ πατέρων ἡμετέρων πατέρες:
εἰκοστῷ δ᾽ οἱ μὲν κατὰ πίονα ἔργα λιπόντες
φεῦγον Ἰθωμαίων ἐκ μεγάλων ὀρέων.

CURFRAG.tlg-0266.3
Paus. 4. 6. 5ἀφικόμενοςΤυρταῖος) ... εἰς Λακεδαίμονα καὶ ἐπίπνους γενόμενος συνεβούλευσεν αὐτοῖς ἀνελέσθαι τὸν πρὸς Μεσσηνίους πόλεμον προτρέπων παντοίως: ἐν οἷς καὶ τὸ φερόμενον εἰπεῖν ἔπος: ‘Μεσσήνην ... φυτεύειν.’” Sch. Plat. Legg. i. 629 aΜεσσήνη δὲ ἑάλω πολεμηθεῖσα ἐννεακαίδεκα ἔτη, καθάπερ καὶ Τυρταῖός φησιν: ‘ἀμφ᾽ αὐτὴν ... ὀρέων.’” Str. 6. 279

ἐς τιμωρίας δὲ ἃς ὕβριζον ἐς τοὺς Μεσσηνίους Τυρταίῳ πεποιημένα ἐστίν:

ὥσπερ ὄνοι μεγάλοις ἄχθεσι τειρόμενοι,
δεσποσύνοισι φέροντες ἀναγκαίης ὕπο λυγρῆς
ἥμισυ παντὸς ὅσον καρπὸν ἄρουρα φέρει.

CURFRAG.tlg-0266.4
ὅτι δὲ καὶ συμπενθεῖν ἔκειτο αὐτοῖς ἀνάγκη, δεδήλωκεν ἐν τῷδε:

δεσπότᾶς οἰμώζοντες ὁμῶς ἄλοχοί τε καὶ αὐτοί,
εὖτε τιν᾽ οὐλομένη μοῖρα κίχοι θανάτου.

CURFRAG.tlg-0266.5

Paus. 4. 15.5

πλεονάκις δ᾽ ἐπολέμησαν διὰ τὰς ἀποστάσεις τῶν Μεσσηνίων. τὴν μὲν οὖν πρώτην κατάκτησιν αὐτῶν φησι Τυρταῖος ἐν τοῖς ποιήμασι κατὰ τοὺς τῶν πατέρων πατέρας γενέσθαι: τὴν δὲ δευτέραν, καθ᾽ ἣν ἑλόμενοι συμμάχους Ἀργείους τε καὶ Ἀρκάδας καὶ Πισάτας ἀπέστησαν, Ἀρκάδων μὲν Ἀριστοκράτην τὸν Ὀρχομενοῦ βασιλέα παρεχομένων στρατηγόν, Πισατῶν δὲ Πανταλέοντα τὸν Ὀμφαλίωνος, ἡνίκα φησὶν αὐτὸς στρατηγῆσαι τὸν πόλεμον τοῖς Λακεδαιμονίοις.” Str. 8. 362
π. στρατιωτῶν: ἀναγκάζουσι γὰρ οἱ κύριοι ... , καὶ οἱ προστάττοντες κἂν ἀναχωρῶσι τύπτοντες τὸ αὐτὸ δρῶσι, καὶ οἱ πρὸ τῶν τάφρων καὶ τῶν τοιούτων παρατάττοντες: πάντες γὰρ ἀναναγκάζουσι: δεῖ δ᾽ οὐ δί᾽ ἀνάγκην ἀνδρεῖον εἶναι, ἀλλ᾽ ὅτι καλόν.” Arist. Eth. Nic. 1116a. 36ὡς παρ᾽ Ηροδότῳ Πέρσαι: ὑπὸ γὰρ τοιούτοις ἐπιστάταις ἐν Θερμοπύλαις Ἕλλησιν ἐμάχοντο. ‘καὶ οἱ πρὸ τῶν τάφρωνκτλ.: τοῦτο περὶ Λακεδαιμονίων λέγοι ἄν: τοιαύτην γάρ τινα μάχην, ὅτε πρὸς Μεσσηνίους ἐπολέμουν, ἐμαχέσαντο, ἧς καὶ Τυρταῖος μνημονεύει.” Anon. ad Arist. Eth. Nic. 1116a. 36, p. 164 Heyl.
πρὸς Ἀθηναίους π. τῶν προγόνων: οὕτως ἦσαν ἄνδρες σπουδαῖοι καὶ κοινῇ καὶ ἰδίᾳ οἱ τότε τὴν πόλιν οἰκοῦντες, ὥστε τοῖς ἀνδρειοτάτοις Λακεδαιμονίοις ἐν τοῖς ἔμπροσθεν χρόνοις πολεμοῦσι πρὸς Μεσσηνίους ἀνεῖλεν θεός, παρ᾽ ἡμῶν ἡγεμόνα λαβεῖν καὶ νικήσειν τοὺς πολεμίους. καίτοι εἰ τοῖν ἀφ᾽ Ηρακλέους γεγενημένοιν οἳ ἀεὶ βασιλεύουσιν ἐν Σπάρτῃ τοὺς παρ᾽ ἡμῶν ἡγεμόνας ἀμείνους θεὸς ἔκρινε, πῶς οὐκ ἀνυπέρβλητον χρὴ τὴν ἐκείνων ἀρετὴν νομίζειν; τίς γὰρ οὐκ οἶδε τῶν Ἑλλήνων ὅτι Τυρταῖον στρατηγὸν ἔλαβον παρὰ τῆς πόλεως, μεθ᾽ οὗ καὶ τῶν πολεμίων ἐκράτησαν καὶ τὴν περὶ τοὺς νέους ἐπιμέλειαν συνετάξαντο, οὐ μόνον εἰς τὸν παρόντα κίνδυνον, ἀλλ᾽ εἰς ἅπαντα τὸν αἰῶνα βουλευσάμενοι καλῶς. κατέλιπεν γὰρ αὐτοῖς ἐλεγεῖα ποιήσας, ὧν ἀκούοντες παιδεύονται πρὸς ἀνδρείαν: καὶ περὶ τοὺς ἄλλους ποιητὰς οὐδένα λόγον ἔχοντες, περὶ τοῦτον οὕτω σφόδρα ἐσπουδάκασιν ὥστε νόμον ἔθεντο, ὅταν ἐν τοῖς ὅπλοις ἐξεστρατευμένοι ὦσι, καλεῖν ἐπὶ τὴν τοῦ βασιλέως σκηνὴν ἀκουσομένους τῶν Τυρταίου ποιημάτων ἅπαντας, νομίζοντες οὕτως ἂν αὐτοὺς μάλιστα πρὸ τῆς πατρίδος ἐθέλειν ἀποθνῄσκειν. χρήσιμον δ᾽ ἐστι καὶ τούτων ἀκοῦσαι τῶν ἐλεγείων, ἵν᾽ ἐπίστησθε οἷα ποιοῦντες εὐδοκίμουν παρ᾽ ἐκείνοις:

τεθνάμεναι γὰρ καλὸν ἐνὶ προμάχοισι πεσόντα
ἄνδρ᾽ ἀγαθὸν περὶ πατρίδι μαρνάμενον.
τὴν δ᾽ αὐτοῦ προλιπόντα πόλιν καὶ πίονας ἀγροὺς
πτωχεύειν πάντων ἔστ᾽ ἀνιηρότατον,
5πλαζόμενον σὺν μητρὶ φίλῃ καὶ πατρὶ γέροντι
παισί τε σὺν μικροῖς κουριδίῃ τ᾽ ἀλόχῳ.
ἐχθρὸς μὲν γὰρ τοῖσι μετέσσεται, οὕς κεν ἵκηται
χρησμοσύνῃ τ᾽ εἴκων καὶ στυγερῇ πενίῃ,
αἰσχύνει τε γένος, κατὰ δ᾽ ἀγλαὸν εἶδος ἐλέγχει,
10πᾶσα δ᾽ ἀτιμίη καὶ κακότης ἕπεται.
εἰ δέ τοι οὕτως ἀνδρὸς ἀλωμένου οὐδεμἴ ὤρη
γίγνεται οὔτ᾽ αἰδὼς οὔτ᾽ ὄπις οὔτ᾽ ἔλεος,
θυμῷ γῆς περὶ τῆσδε μαχώμεθα καὶ περὶ παίδων
θνῄσκωμεν ψυχέων μηκέτι φειδόμενοι.
15 νέοι, ἀλλὰ μάχεσθε παρ᾽ ἀλλήλοισι μένοντες,
μηδὲ φυγῆς αἰσχρᾶς ἄρχετε μηδὲ φόβου,
ἀλλὰ μέγαν ποιεῖσθε καὶ ἄλκιμον ἐν φρεσὶ θυμόν,
μηδὲ φιλοψυχεῖτ᾽ ἀνδράσι μαρνάμενοι:
τοὺς δὲ παλαιοτέρους, ὧν οὐκέτι γούνατ᾽ ἐλαφρά,
20μὴ καταλείποντες φεύγετε γηπετέας:
αἰσχρὸν γὰρ δὴ τοῦτο, μετὰ προμάχοισι πεσόντα
κεῖσθαι πρόσθε νέων ἄνδρα παλαιότερον,
ἤδη λευκὸν ἔχοντα κάρη πολιόν τε γένειον,
θυμὸν ἀποπνείοντ᾽ ἄλκιμον ἐν κονίῃ,
25αἱματόεντ᾽ αἰδοῖα φίλαις ἐν χερσὶν ἔχοντα -- αἰσχρὰ
τά γ᾽ ὀφθαλμοῖς καὶ νεμεσητὸν ἰδεῖν -- καὶ
χρόα γυμνωθέντα: νέῳ δέ τε πάντ᾽ ἐπέοικεν
ὄφρ᾽ ἐρατῆς ἥβης ἀγλαὸν ἄνθος ἔχῃ:
ἀνδράσι μὲν θηητὸς ἰδεῖν, ἐρατὸς δὲ γυναιξίν,
30ζωὸς ἐών, καλὸς δ᾽ ἐν προμάχοισι πεσών.
ἀλλά τις εὖ διαβὰς μενέτω ποσὶν ἀμφοτέροισιν
στηριχθεὶς ἐπὶ γῆς, χεῖλος ὀδοῦσι δακών.

CURFRAG.tlg-0266.6
Lycurg. Leocr. 107
π. πολέμου: Τυρταίου:

ἀλλ᾽ Ἡρακλῆος γὰρ ἀνικήτου γένος ἔστε,
θαρσεῖτ᾽: οὔπω Ζεὺς αὐχένα λοξὸν ἔχει:
μηδ᾽ ἀνδρῶν πληθὺν δειμαίνετε μηδὲ φοβεῖσθε,
ἰθὺς δ᾽ ἐς προμάχους ἀσπίδ᾽ ἀνὴρ ἐχέτω,
5ἐχθρὰν μὲν ψυχὴν θέμενος, θανάτου δὲ μελαίνας
κῆρας ὁμῶς αὐγαῖς ἠελίοιο φίλας.
ἴστε γὰρ Ἀρῆος πολυδακρύου ἔργ᾽ ἀΐδηλα,
εὖ δ᾽ ὀργὴν ἐδάητ᾽ ἀργαλέου πολέμου,
καὶ θαμὰ φευγόντων τε διωκόντων τε γέγευσθε,
10 νέοι, ἀμφοτέρων δ᾽ ἐς κόρον ἠλάσατε.
οἳ μὲν γὰρ τολμῶσι παρ᾽ ἀλλήλοισι μένοντες
ἔς τ᾽ αὐτοσχεδίην καὶ προμάχους ἰέναι,
παυρότεροι θνῄσκουσι, σαοῦσι δὲ λαὸν ὀπίσσω:
τρεσσάντων δ᾽ ἀνδρῶν πᾶσ᾽ ἀπόλωλ᾽ ἀρετή:
15οὐδεὶς ἄν ποτε ταῦτα λέγων ἀνύσειεν ἕκαστα,
ὅσσ᾽, ἢν αἰσχρὰ πάθῃ, γίγνεται ἀνδρὶ κακά.
ἁρπαλέον γὰρ ὄπισθε μετάφρενός ἐστι δαΐζειν
ἀνδρὸς φεύγοντος δηΐῳ ἐν πολέμῳ,
αἰσχρὸν δ᾽ ἐστὶ νέκυς κακκείμενος ἐν κονίῃσι
20νῶτον ὄπισθ᾽ αἰχμῇ δουρὸς ἐληλαμένος.
ἀλλά τις εὖ διαβὰς μενέτω ποσὶν ἀμφοτέροισιν
στηριχθεὶς ἐπὶ γῆς, χεῖλος ὀδοῦσι δακών,
μηρούς τε κνήμας τε κάτω καὶ στέρνα καὶ ὤμους
ἀσπίδος εὐρείης γαστρὶ καλυψάμενος:
25δεξιτερῇ δ᾽ ἐν χειρὶ τινασσέτω ὄβριμον ἔγχος,
κινείτω δὲ λόφον δεινὸν ὑπὲρ κεφαλῆς:
ἕρδων δ᾽ ὄβριμα ἔργα διδασκέσθω πολεμίζειν,
μηδ᾽ ἐκτὸς βελέων ἑστάτω ἀσπίδ᾽ ἔχων.
ἀλλὰ τις ἐγγὺς ἰὼν αὐτοσχεδὸν ἔγχεϊ μακρῷ
30 ξίφειοὐτάζων δήϊον ἄνδρ᾽ ἑλέτω:
καὶ πόδα πὰρ ποδὶ θεὶς καὶ ἐπ᾽ ἀσπίδοσἀσπίδ᾽ ἐρείσας,
ἐν δὲ λόφον τε λόφῳ καὶ κυνέην κυνέῃ
καὶ στέρνον στέρνῳ πεπλημένος ἀνδρὶ μαχέσθω,
ξίφεος κώπην δόρυ μακρὸν ἑλών.
35ὑμεῖς δ γυμνῆτες, ὑπ᾽ ἀσπίδος ἄλλοθεν ἄλλος
πτώσσοντες μεγάλοις βάλλετε χερμαδίοις,
δούρασί τε ξεστοῖσιν ἀκοντίζοντες ἐς αὐτούς,
τοῖσι πανόπλοισι πλησίον ἱστάμενοι.

CURFRAG.tlg-0266.7
Stob. Fl. 50. 7

οὔτ᾽ ἂν μνησαίμην οὔτ᾽ ἐν λόγῳ ἄνδρα τιθείμην
οὐδὲ ποδῶν ἀρετῆς οὔτε παλαιμοσύνης,
οὐδ᾽ εἰ Κυκλώπων μὲν ἔχοι μέγεθός τε βίην τε,
νικῴη δὲ θέων Θρηΐκιον Βορέην,
5οὐδ᾽ εἰ Τιθωνοῖο φυὴν χαριέστερος εἴη,
πλουτοίη δὲ Μίδεω καὶ Κινύρεω μάλιον,
οὐδ᾽ εἰ Τανταλίδεω Πέλοπος βασιλεύτερος εἴη,
γλῶσσαν δ᾽ Ἀδρήστου μειλιχόγηρυν ἔχοι,
οὐδ᾽ εἰ πᾶσαν ἔχοι δόξαν πλὴν θούριδος ἀλκῆς:
10οὐ γὰρ ἀνὴρ ἀγαθὸς γίγνεται ἐν πολέμῳ,
εἰ μὴ τετλαίη μὲν ὁρῶν φόνον αἱματόεντα
καὶ δηίων ὀρέγοιτ᾽ ἐγγύθεν ἱστάμενος.
ἥδ᾽ ἀρετή, τόδ᾽ ἄεθλον ἐν ἀνθρώποισιν ἄριστον
κάλλιστόν τε φέρειν γίγνεται ἀνδρὶ νέῳ.
15ξυνὸν δ᾽ ἐσθλὸν τοῦτο πόληϊ τε παντί τε δήμῳ,
ὅστις ἂν εὖ διαβὰς ἐν προμάχοισι μένῃ
νωλεμέως, αἰσχρῆς δὲ φυγῆς ἐπὶ πάγχυ λάθηται,
ψυχὴν καὶ θυμὸν τλήμονα παρθέμενος,
θαρσύνῃ δ᾽ ἔπεσιν τὸν πλησίον ἄνδρα παρεστώς.
20οὗτος ἀνὴρ ἀγαθὸς γίγνεται ἐν πολέμῳ:
αἶψα δὲ δυσμενέων ἀνδρῶν ἔτρεψε φάλαγγας
τρηχείας, σπουδῇ δ᾽ ἔσχεθε κῦμα μάχης:
ὃς δ᾽ αὖτ᾽ ἐν προμάχοισι πεσὼν φίλον ὤλεσε θυμὸν
ἄστυ τε καὶ λαοὺς καὶ πατέρ᾽ εὐκλεΐσας,
25πολλὰ διὰ στέρνοιο καὶ ἀσπίδος ὀμφαλοέσσης
καὶ διὰ θώρηκος πρόσθεν ἐληλάμενος,
τὸν δ᾽ ὀλοφύρονται μὲν ὁμῶς νέοι ἠδὲ γέροντες,
ἀργαλέῳ δὲ πόθῳ πᾶσα κέκηδε πόλις:
καὶ τύμβος καὶ παῖδες ἐν ἀνθρώποις ἀρίσημοι
30καὶ παίδων παῖδες καὶ γένος ἐξοπίσω:
οὐδέποτε κλέος ἐσθλὸν ἀπόλλυται οὐδ᾽ ὄνομ᾽ αὐτοῦ,
ἀλλ᾽ ὑπὸ γῆς περ ἐὼν γίγνεται ἀθάνατος,
ὅντιν᾽ ἀριστεύοντα μένοντά τε μαρνάμενόν τε
γῆς πέρι καὶ παίδων θοῦρος Ἄρης ὀλέσῃ:
35εἰ δὲ φύγῃ μὲν κῆρα τανηλεγέος θανάτοιο,
νικήσας δ᾽ αἰχμῆς ἀγλαὸν εὖχος ἕλῃ,
πάντες μιν τιμῶσιν ὁμῶς νέοι ἠδὲ παλαιοί,
πολλὰ δὲ τερπνὰ παθὼν ἔρχεται εἰς Ἀΐδην:
γηράσκων δ᾽ ἀστοῖσι μεταπρέπει, οὐδέ τις αὐτὸν
40>βλάπτειν οὔτ᾽ αἰδοῦς οὔτε δίκης ἐθέλει,
πάντες δ᾽ ἐν θώκοισιν ὁμῶς νέοι οἵ τε κατ᾽ αὐτὸν
εἴκουσ᾽ ἐκ χώρης οἵ τε παλαιότεροι.
ταύτης νῦν τις ἀνὴρ ἀρετῆς εἰς ἄκρον ἱκέσθαι
πειράσθω θυμῷ, μὴ μεθιεὶς πολέμου.

CURFRAG.tlg-0266.8
Stob. Fl. 51. 1 (ll. 1—14 ἔπαινος τόλμης: Τυρταίου ), 51. 5 (ll. 15—44 Τυρταίου ), Theogn. 1003 (ll. 13—16)
π. Χρυσίππου: ... ποιητῶν ἐπῶν μνημονεύει παμπόλλων ὁμοίαν ἐχόντων ἀτοπίαν, οἷον καὶ ὅταν ἐπαινῇ Τυρταῖον λέγοντα:

αἴθωνος δὲ λέοντος ἔχων ἐν στήθεσι θυμόν

CURFRAG.tlg-0266.9
Gal. Hippocr. et Plat. Plac. 3. 3 p. 274 M
καὶ τοῦ Τυρταίου τό:

πρὶν ἀρετῆς πελάσαι τέρμασιν θανάτου

CURFRAG.tlg-0266.10
Plut. Stoic. Repugn. 14

π. τὴν οι ἀντὶ βραχείας παραλαμβανομένην: εὑρίσκεται δ᾽ ἁπλῶς ἐν μέσῳ λέξεως κοινὴ καὶ ἐν παλιμβακχείῳ, ὡς καὶ παρὰ Τυρταίῳ

ἥροες

CURFRAG.tlg-0266.11
οὕτως γὰρ ἔλαβε τὸν δεύτερον πόδα τοῦ στίχου.

Sch. Heph. p. 196 Cons.

1 (7 ll. lost or much mutilated)

2 (col. 2 (4) of 17 ll. lost or much mutilated)

3 (col. 3 (5) almost entirely lost)

4 (col. 4 (6) much mutilated, containing οἷς ἐμπαλλόμενοι, Μεσσηνίων as trisyllable, οἱ δ᾽ ἐκτὸς ...
ἐν δὲ μέσοις ἡμεῖς, οἱ δ᾽ ὡς ἐκ πολιῆς ἁλὸς ...
κύματα ...
τοῖς ἴκελοι, Ἥρης αἰδοίης, εὖτ᾽ ἂν Τυνδαρίδαι ... )

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: