“Φρύνιχος: Πολυφράδμονος ἢ Μινύρου: ... Ἀθηναῖος, τραγικός, μαθητὴς Θέσπιδος, τοῦ πρώτου τὴν τραγικὴν εἰσενέγκαντος. ἐνίκα τοίνυν ἐπὶ τῆς ξζ́ Ὀλυμπιάδος. οὗτος δὲ πρῶτος ὁ Φρύνιχος γυναικεῖον πρόσωπον εἰσήγαγεν ἐν τῇ σκηνῇ, καὶ εὑρετὴς τοῦ τετραμέτρου ἐγένετο ... τραγῳδίαι δὲ αὐτοῦ εἰσιν ἐννέα αὗται κτλ.” Suid.
“
ΑΗΔΩΝ:
Μοῦσα λοχμαία,
τιὸ τιὸ τιὸ τιὸ τιὸ τιὸ τιοτίξ,
ποικίλη, μεθ᾽ ἧς ἐγὼ
νάπαισι καὶ κορυφαῖς ἐν ὀρείαις,
τιὸ τιὸ τιὸ τιοτίξ,
ἱζόμενος μελίας ἐπὶ φυλλοκόμου,
τιὸ τιὸ τιὸ τιοτίξ,
δί᾽ ἐμῆς γένυος ξουθῆς μελέων
Πανὶ νόμους ἱεροὺς ἀναφαίνω
σεμνά τε Μητρὶ χορεύματ᾽ ὀρείᾳ
τοτοτοτοτοτοτοτοτοτίξ,
ἔνθεν ὡσπερεὶ μέλιττα
Φρύνιχος ἀμβροσίων μελέων ἀπεβόσκετο καρπόν,
ἀεὶ φέρων γλυκεῖαν ᾠδάν.
τιὸ τιὸ τιὸ τιοτίξ.
”Ar. Av. 744