previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐλεγείων


α᾽


π. Ἀφροδίτης: Μιμνέρμου:

τίς δὲ βίος, τί δὲ τερπνὸν ἄτερ χρυσῆς Ἀφροδίτης,
τεθναίην ὅτε μοι μηκέτι ταῦτα μέλοι,
κρυπταδίη φιλότης καὶ μείλιχα δῶρα καὶ εὐνή,
οἷ᾽ ἥβης ἄνθ εα γίγνεται ἁρπαλέα
5ἀνδράσιν ἠδὲ γυναιξίν: ἐπεὶ δ᾽ ὀδυνηρὸν ἐπέλθῃ
γῆρας, τ᾽ αἰσχρὸν ὁμῶς καὶ κακὸν ἄνδρα τιθεῖ,
αἰεί μιν φρένας ἀμφὶ κακαὶ τείρουσι μέριμναι,
οὐδ᾽ αὐγὰς προσορῶν τέρπεται ἠελίου,
ἀλλ᾽ ἐχθρὸς μὲν παισίν, ἀτίμαστος δὲ γυναιξίν,
10οὕτως ἄργαλέον γῆρας ἔθηκε θεός.

CURFRAG.tlg-0255.1
Stob. Fl. 63. 16
π. τοῦ βίου, ὅτι βραχὺς καὶ εὐτελὴς καὶ φροντίδων ἀνάμεστος: Μιμνέρμου:

ἡμεῖς δ᾽ οἷά τε φύλλα φύει πολυανθέος ὥρῃ
ἔαρος, ὅτ᾽ αἶψ᾽ αὐγῇς αὔξεται ἠελίου,
τοῖς ἴκελοι πήχυιον ἐπὶ χρόνον ἄνθεσιν ἥβης
τερπόμεθα πρὸς θεῶν εἰδότες οὔτε κακὸν
5οὔτ᾽ ἀγαθόν: κῆρες δὲ παρεστήκασι μέλαιναι,
μὲν ἔχουσα τέλος γήραος ἀργαλέου,
δ᾽ ἑτέρη θανάτοιο: μίνυνθα δὲ γίγνεται ἥβης
καρπός, ὅσον τ᾽ ἐπὶ γῆν κίδναται ἠέλιος:
αὐτὰρ ἐπὴν δὴ τοῦτο τέλος παραμείψεται ὥρης,
10αὐτίκα δὴ τεθνάναι βέλτιον βίοτος:
πολλὰ γὰρ ἐν θυμῷ κακὰ γίγνεται: ἄλλοτε οἶκος
τρυχοῦται, πενίης δ᾽ ἔργ᾽ ὀδυνηρὰ πέλει:
ἄλλος δ᾽ αὖ παίδων ἐπιδεύεται, ὧν τε μάλιστα
ἱμείρων κατὰ γῆς ἔρχεται εἰς Ἀΐδην:
15ἄλλον νοῦσος ἔχει θυμοφθόρος: οὐδέ τίς ἐστιν
ἀνθρώπων Ζεὺς μὴ κακὰ πολλὰ διδῷ.

CURFRAG.tlg-0255.2
Stob. Fl. 98. 13
ψόγος γήρως Μιμνέρμου:

τὸ πρὶν ἐὼν κάλλιστος, ἐπὴν παραμείψεται ὥρη,
οὐδὲ πατὴρ παισὶν τίμιος οὔτε φίλος.

CURFRAG.tlg-0255.3
Stob. Fl. 98. 116. 1

Β´Ναννοῦς


ψόγος γήρως: Μιμνέρμου Ναννοῦς:

Τιθωνῷ μὲν ἔδωκεν ἔχειν κακὸν ἄφθιτον Ζεὺς
γῆρας, καὶ θανάτου ῥίγιον ἀργαλέου.

CURFRAG.tlg-0255.4
Stob. Fl. 33
ψόγος γήρως: Μιμνέρμου Ναννοῦς:

[αὐτίκα μοι κατὰ μὲν χροιὴν ῥέει ἄσπετος ἱδρώς,
πτοιῶμαι δ᾽ ἐσορῶν ἄνθος ὁμηλικίης
τερπνὸν ὁμῶς καὶ καλόν, ἐπεὶ πλέον ὤφελεν εἶναι:]
ἀλλ᾽ ὀλιγοχρόνιος γίγνεται ὥσπερ ὄναρ
5ἥβη τιμήεσσα: τὸ δ᾽ ἀργαλέον καὶ ἄμορφον
γῆρας ὑπὲρ κεφαλῆς αὐτίχ᾽ ὑπερκρέμαται
ἐχθρὸν ὁμῶς καὶ ἄτιμον, τ᾽ ἄγνωστον τιθεῖ ἄνδρα,
βλάπτει δ᾽ ὀφθαλμοὺς καὶ νόον ἀμφιχυθέν.

CURFRAG.tlg-0255.5
Stob. Fl. 34
π. ἀληθείας; Μιμνέρμου Ναννοῦς:

ἀληθείη δὲ παρέστω
σοὶ καὶ ἐμοί, πάντων χρῆμα δικαιότατον.

CURFRAG.tlg-0255.6
Stob. Fl. 11. 1

προσμυθοποιεῖ δὲ ποιητὴςτὸν ἐξωκεανισμὸν τὸν κατὰ τὴν πλάνην συμβάντα τὴν ἀπ᾽ ἐκείνου τοῦ πλοῦ. ἐπεὶ κἀκεῖνο ὑποκειμένων μὲν τούτων εὖ λέγεταιἈργὼ πασιμέλουσα,’ ὡς ἐν γνωρίμοις τόποις καὶ εὐανδροῦσι τῆς ναυστολίας γενομένης: εἰ δ᾽, ὥσπερ Σκήψιός φησι παραλαβὼν μάρτυρα Μίμνερμον, ὃς ἐν τῷ ὠκεανῷ ποιήσας τὴν οἴκησιν τοῦ Αἰήτου πρὸς ταῖς ἀνατολαῖς ἐκτὸς πεμφθῆναί φησιν ὑπὸ τοῦ Πελίου τὸν Ἰάσονα καὶ κομίσαι τὸ δέρος, οὔτ᾽ ἂν ἐπὶ τὸ δέρος ἐκεῖσε πομπὴ πιθανῶς λέγοιτο εἰς ἀγνῶτας καὶ ἀφανεῖς τόπους, οὔθ᾽ δί᾽ ἐρήμων καὶ ἀοίκων καὶ καθ᾽ ἡμᾶς τοσοῦτον ἐκτετοπισμένων πλοῦς οὔτ᾽ ἔνδοξος οὔτε πασιμέλων:

οὐδέκοτ᾽ ἂν μέγα κῶας ἀνήγαγεν αὐτὸς Ἰήσων
ἐξ Αἴης, τελέσας ἀλγινόεσσαν ὁδόν,
ὑβριστῇ Πελίῃ τελέων χαλεπῆρες ἄεθλον,
οὐδ᾽ ἂν ἐπ᾽ Ὠκεανοῦ καλὸν ἵκοντο ῥόον:

CURFRAG.tlg-0255.7
καὶ ὑποβάς,

Αἰήταο πόλιν, τόθι τ᾽ ὠκέος Ἠελίοιο
ἀκτῖνες χρυσέῳ κείαται ἐν θαλάμῳ
Ὠκεανοῦ παρὰ χείλεσ᾽, ἵν᾽ ᾤχετο θεῖος Ἰήσων.

CURFRAG.tlg-0255.8

Str. i. 46

Μίμνερμος δὲ Ναννοῖ ἐν εὐνῇ φησι χρυσῇ κατεσκευασμένῃ πρὸς τὴν χρείαν ταύτην ὑπὸ Ἡφαίστου τὸν ἥλιον καθεύδοντα περαιοῦσθαι πρὸς τὰς ἀνατολάς, αἰνισσόμενος τὸ κοῖλον τοῦ ποτηρίου. λέγει δ᾽ οὕτως:

ἠέλιος μὲν γὰρ πόνον ἔλλαχεν ἤματα πάντα
οὐδέ κοτ᾽ ἄμπαυσις γίγνεται οὐδεμία
ἵπποισίν τε καὶ αὐτῷ, ἐπεὶ ῥοδοδάκτυλος Ἠὼς
ὠκεανὸν προλιποῦσ᾽ οὐρανὸν εἰσαναβῇ:
5τὸν μὲν γὰρ διὰ κῦμα φέρει πολυήρατος εὐνὴ
κοιΐλη, Ἡφαίστου χερσὶν ἐληλαμένη
χρυσοῦ τιμήεντος, ὑπόπτερος, ἄκρον ἐφ᾽ ὕδωρ
εὕδονθ᾽ ἁρπαλέως χώρου ἀφ᾽ Ἑσπερίδων
γαῖαν ἐς Αἰθιόπων, ἵνα οἱ θοὸν ἅρμα καὶ ἵπποι
10ἑστᾶσ᾽, ὄφρ᾽ Ἠὼς ἠριγένεια μόλῃ:
ἐνθ᾽ ἐπεβήσεθ᾽ ἑῶν ὀχέων Ὑπερίονος υἱός.

CURFRAG.tlg-0255.9
Ath. 469 f
Κολοφῶνα δὲκτίζειἈνδραίμων Πύλιος, ὥς φησι καὶ Μίμνερμος ἐν Ναννοῖ.” Str. 14. 633
ἀπελθόντες δὲ παρὰ τῶν Ἐφεσίων οἱ Σμυρναῖοι στρατεύουσιν ἐπὶ τὸν τόπον ἐν νῦν ἐστιν Σμύρνα, Λελέγων κατεχόντων: ἐκβαλόντες δ᾽ αὐτοὺς ἔκτισαν τὴν παλαιὰν Σμύρναν διέχουσαν τῆς νῦν περὶ εἴκοσι σταδίους: ὕστερον δὲ ὑπὸ Αἰολέων ἐκπεσόντες κατέφυγον εἰς Κολοφῶνα, καὶ μετὰ τῶν ἐνθένδε ἐπιόντες τὴν σφετέραν ἀπέλαβον: καθάπερ καὶ Μίμνερμος ἐν τῇ Ναννοῖ φράζει μνησθεὶς τῆς Σμύρνης ὅτι περιμάχητος ἀεί:

αἰπὺ δ᾽ ἐπεί τε Πύλου Νηληΐου ἄστυ λιπόντες
ἱμερτὴν Ἀσίην νηυσὶν ἀφικόμεθα,
ἐς δ᾽ ἐρατὴν Κολοφῶνα βίην ὑπέροπλον ἔχοντες
ἑζόμεθ᾽ ἀργαλέης ὕβριος ἀγρεμόνες,
5κεῖθεν δ᾽ ἀλσήεντος ἀπορνύμενοι ποταμοῖο
θεῶν βουλῇ Σμύρνην εἵλομεν Αἰολίδα.

CURFRAG.tlg-0255.10
Str. 14. 634

Other works


π. Σόλωνος: φασὶ δ᾽ αὐτὸν καὶ Μιμνέρμου γράψαντος:

αἲ γὰρ ἄτερ νούσων τε καὶ ἀργαλέων μελεδωνῶν
ἑξηκονταέτη μοῖρα κίχοι θανάτου:

CURFRAG.tlg-0255.11
ἐπιτιμῶντα αὐτῷ εἰπεῖν: ἀλλ᾽ εἴ μοι κἂν νῦν ἔτι πείσεαι, ἔξελε τοῦτο, μηδὲ μέγαιρ᾽ ὅτι σεῦ λῶον ἐπεφρασάμην, καὶ μεταποίησον, Λιγυαστάδη, ὧδε δ᾽ ἄειδε: ὀγδωκονταέτη μοῖρα κίχοι θανάτου.

Diog. L. i. 60

Μιμνέρμου:

[μήτε τινὰ ξείνων δηλεύμενος ἔργμασι λυγροῖς
μήτε τιν᾽ ἐνδήμων, ἀλλὰ δίκαιος ἐών,]
τὴν σαυτοῦ φρένα τέρπε: δυσηλεγέων δὲ πολιτῶν
ἄλλος τοί σε κακῶς, ἄλλος ἄμεινον ἐρεῖ.

CURFRAG.tlg-0255.12
Anth. Pal. 9. 50
Μίμνερμος δὲ ἐλεγεῖα ἐς τὴν μάχην ποιήσας τὴν Σμυρναίων πρὸς Γύγην τε καὶ Λυδούς, φησὶν ἐν τῷ προοιμίῳ θυγατέρας Οὐρανοῦ τὰς ἀρχαιοτέρας Μούσας, τούτων δὲ ἄλλας νεωτέρας εἶναι Διὸς παῖδας.” Paus. 9. 29. 4
π. ἀνδρείας: Μιμνέρμου:

οὐ μὲν δὴ κείνου γε μένος καὶ ἀγήνορα θυμὸν
τοῖον ἐμεῦ προτέρων πεύθομαι, οἵ μιν ἴδον
Λυδῶν ἱππομάχων πυκινὰς κλονέοντα φάλαγγας
Ἕρμιον ἂμ πεδίον, φῶτα φερεμμελίην:
τοῦ μὲν ἄρ᾽ οὔκοτε πάμπαν ἐμέμψατο Παλλὰς Ἀθήνη
δριμὺ μένος κραδίης, εὖθ᾽ γ᾽ ἀνὰ προμάχους
σεύαιθ᾽, αἱματόεντος ἐν ὑσμίνῃ πολέμοιο
πικρὰ βιαζόμενος δυσμενέων βέλεα:
οὐ γάρ τις κείνου δηίων ἔπ᾽ ἀμεινότερος φὼς
10ἔσκεν ἐποίχεσθαι φυλόπιδος κρατερῆς
ἔργον, ὅτ᾽ αὐγῇσιν φέρετ᾽ εἴκελος ἠελίοιο.

CURFRAG.tlg-0255.13
Stob. Fl. 7, 12

βάξις ... σημαίνει τὴν φήμην καὶ τὴν ῥῆσιν, Μίμνερμος:

καί μιν ἐπ᾽ ἀνθρώπους βάξις ἔχει χαλεπή:

CURFRAG.tlg-0255.14
ανδ

ἀργαλέης αἰεὶ βάξιος ἑέμενοι

CURFRAG.tlg-0255.15

Et. Mag. 187. 47

Παίονας ἱπποκορυστάς: ἱπποκορυστάς: Μίμνερμος:

Παίονας ἄνδρας ἄγων, ἵνα τε κλειτὸν γένος ἵππων

CURFRAG.tlg-0255.16
Sch. Il. 16. 287

δὲ Δημήτριος Σκήψιος κἀν τῷ τετάρτῳ καὶ εἰκοστῷ τῆς αὐτῆς πραγματείαςΤρωϊκοῦ Διακόσμου

δαίτην

CURFRAG.tlg-0255.17
ἥρωα τιμώμενον παρὰ τοῖς Τρωσίν, οὗ μνημονεύειν Μίμνερμον.

Ath. 4. 174a

ἐοίκασιν οἱ ἀρχαῖοι ὑπὲρ τοῦ ἀριθμοῦ τῶν τῆς Νιόβης παίδων μὴ συνᾴδειν ἀλλήλοις ... Μίμνερμος εἴκοσι καὶ Πίνδαρος τοσούτ̣ους.” Ael. V. H. 12. 36
εἰ δὲ μή, Θέων ἡμῖν οὗτος τὸν Μίμνερμον ἐπάξει καὶ τὸν Κυδίαν καὶ τὸν Ἀρχίλοχον, πρὸς δὲ τούτοις τὸν Στησίχορον καὶ τὸν Πίνδαρον, ἐν ταῖς ἐκλείψεσιν ὀλοφυρομένουςἄστρον φανερώτατον κλεπτόμενονκαὶμέσῳ ἄματι νύκτα γινομένανκαὶ τὴν ἀκτῖνα τοῦ ἡλίουσκότους ἀτραπὸνφάσκοντας.” Plut. Fac. Lun. 19
Μίμνερμος δὲ φησι τὴν μὲν Ἰσμήνην προσομιλοῦσαν Θεοκλυμένῳ ὑπὸ Τυδέως κατὰ Ἀθηνᾶς ἐγκέλευσιν τελευτῆσαι.” Arg. Soph. Ant.
Τροιζηνία Ἀφροδίτη ... δὲ Αφροδίτη καθώς φησι Μίμνερμος, ὑπὸ Διομήδους τρωθεῖσα παρεσκεύασε τὴν Αἰγιάλειαν πολλοῖς μὲν μοιχοῖς κοιμηθῆναι, ἐρασθῆναι δὲ Ἱππολύτου καὶ Κομήτου υἱοῦ Σθενέλου. τοῦ δὲ Διομήδους παραγενομ́ενου εἰς τὸ Ἄργος, ἐπιβουλεῦσαι αὐτῷ, τὸν δὲ καταφυγόντα εἰς βωμὸν τῆς Ἥρας διὰ νυκτὸς φυγεῖν σὺν τοῖς ἑταίροις καὶ ἐλθεῖν εἰς Ἰταλίαν πρὸς Δαῦνον βασιλέα, ὅστις αὐτὸν δόλῳ ἀνεῖλεν.” Tz. Lyc. 610

ἄριστα κτλ. φησὶν ὅτι αἱ Ἀμαζόνες τοὺς γιγνομένους ἄρσενας ἐπήρουν σκέλος χεῖρα περιελόμεναι: πολεμοῦντες δὲ πρὸς αὐτὰς οἱ Σκύθαι καὶ βουλόμενοι πρὸς αὐτὰς σπείσασθαι, ἔλεγον ὅτι συνέσονται τοῖς Σκύθαις εἰς γάμον ἀπηρώτοις καὶ οὐ λελωβημένοις: ἀποκριναμένη δὲ πρὸς αὐτοὺς Ἀντιάνειρα, ἡγεμὼν τῶν Ἀμαζόνων, εἶπεν:

ἄριστα χωλὸς οἰφεῖ:

CURFRAG.tlg-0255.18
μέμνηται τῆς παροιμίας Μίμ ν ερμος.

Cod. Athen. 1083 Paroem. ap. Kuge/as Sitz. berichte Bay. Akad. 1910. 4. p. 15

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: