previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ ἀξιοπιστίας.

μέγιστον δὲ ἐν ἀφελεῖ λόγῳ τὸ ὡς ἂν μάλιστα ἀληθινὸν δοκεῖν αὐτόν, φαίνεσθαι καὶ τοιαῦτα εἶναι τὰ λεγόμενα, ὡς ἂν καὶ παντὶ ῥᾴδια ἐνθυμηθῆναι νομίσαι ἄν. τοῦτο δὲ μάλιστα γίνεται, ὅταν ἀπ᾽ αὐτοῦ τοῦ πράγματος τοῦ εἰσαγομένου ἔννοιαν λαμβάνῃ, οἷον ὡς ἐν τῷ Ἀγησιλάῳκαὶ τὸ τὰ ἐκείνου βούλεσθαι δαπανῶντάφησιμᾶλλον τὰ τῶν Ἑλλήνων πολεμεῖν”. ἐκ γὰρ τοῦ πραχθέντος ὑπὸ τοῦ Ἀγησιλάου, ἔμελλε δὲ τὸ διαβῆναι αὐτὸν εἰς τὴν Ἀσίαν, τὴν ἔννοιαν ταύτην λαβών, δι᾽ ἧς φρόνιμον αὐτὸν ἐπεδείκνυεν ὄντα, ἀληθῆ μάλιστα ἔδοξε περὶ αὐτοῦ εἰρηκέναι.

ἀληθῆ δὲ ποιεῖ τὸν λόγον καὶ τὸ εἰσαγαγόντα τι κατὰ σοῦ εἶναι δοκεῖ, ὁμολογῆσαι αὐτὸ καὶ ἐᾶσαι μὴ ἀνελόντα, οἷονεἰ δέ τις ὑμῶν ὁρῶν τοὺς πολεμίους φοβεροὺς εἶναι ὑπείληφεν, ἐμοὶ μὲν ὀρθῶς διανοεῖσθαι δοκεῖ”. ἕνεκα γὰρ τοῦ τὰ ἄλλα διεξῄει Κῦρος πρὸς τοὺς στρατιώτας, ἀληθῆ δοκεῖν αὐτὸν εἰρηκέναι, τοῦτο οὐχ ὅπως ἀνεῖλεν, ἀλλὰ καὶ συγκατέθετο αὐτῷ, ἦν κατ᾽ αὐτοῦ.

καὶ τῷ ἐν διηγήσεσιν εἰσαγαγεῖν τὰ λεγόμενα, κἂν πλαστὰ καὶ μικρά, ἀληθῆ δοκεῖ εἶναι: ὡς γὰρ γεγονότα αὐτὰ λέγει.

καὶ τὸ βραχέως δέ τι εἰπεῖν καὶ τὰ πολλὰ παραθεῖναι δυνάμεώς ἐστιν ἀληθινῆς, οἷονκαλέσας δέ”, [p. 537] εἶτα τίνα; “Ἀράσπην”, εἶτα ὅθεν; “Μῆδον”: εἶτα καὶ τὸ ἕνεκα τῆς γνωρίσεως: “ὃς ἦν ἐκ παιδὸς αὐτῷ φίλος”: εἶτα [γνωρίσεως] καὶ ἄλλο, “ τὴν στολὴν ἔδωκε”.

ταῦτα μὲν οὖν ἐξαρκεῖν δοκεῖ πρὸς τὸ καὶ δυνάμει προάγειν τὸν λόγον; μάλιστα δὲ ὅταν τὸ ἀληθὲς κατὰ σοῦ λεγόμενον μὴ ὡς ἀληθὲς ἀποδέξῃ, ἀφελοῦς ἀνδρός ἐστιν, ὡς καὶ Σωκράτης φησίν, “αἰεὶ σὺ ἐπισκώπτεις ἡμᾶς”. ἦθος μὲν οὖν πεποίηκε τὸ ὑφειμένον τῆς γνώμης καὶ μὴ καταλαζονεύσασθαι τῷ ἐπαίνῳ τῷ ἐκείνου, ἀλλ᾽ ὡς σκώμματι αὐτῷ προσέχειν: γὰρ ἐκεῖνος σπουδάζων εἶπεν, οὗτος ὡς σκωπτόμενος ἐξεδέξατο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: