previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

14. διὰ τοῦτο πλεονεκτῆσαι ἐθελησόντων. προσποιησάμενος οὖν εὔλογά τε αὐτοὺς ἀξιοῦν καὶ ἀνθρωπίνων δεῖσθαι, διῆκε πρώτους μὲν τοὺς ἐπὶ τὸν Ἀντώνιον πρὸς τὴν Μούτ̣̣̔̓αν στρατεύσαντας αὐτῷ, ἔπειτα δὲ ὡς καὶ οἱ ἄλλοι ἐνέκειντο, καὶ ἐξ ἐκείνων πάντας τοὺς δέκατον ἔτος ἐν τῇ στρατείᾳ 1 ἔχοντας. καὶ ἵνα γε τοὺς λοιποὺς ἐπισχῇ, προσανεῖπεν [p. 368] ὅτι οὐδενὶ ἔτ᾽ αὐτῶν, οὐδ᾽ ἂν τὰ μάλιστα [2] ἐθελήσῃ, χρήσεται. ἀκούσαντες δὲ τοῦτο οὐδὲν ἔτ᾽ ἐφθέγξαντο, ἀλλὰ καὶ πάνυ προσέχειν αὐτῷ ἤρξαντο, ὅτι τοῖς τε ἀφειμένοις, οὐ πᾶσι, πλὴν τῶν προτέρων, ἀλλὰ τοῖς ἀξιωτάτοις, τά τε ἄλλα ὅσα ὑπέσχητο δώσειν καὶ χώραν νεμεῖν 2 ἐπηγγείλατο, καί σφισι πᾶσι μὲν πεντακοσίας δραχμάς, τοῖς δὲ δὴ ναυκρατήσασι καὶ στέφανον ἐλαίας ἔδωκε. [3] κἀκ τούτου τούς τε ἄλλους πολλὰ ὡς ἑκάστους, καὶ τοὺς ἑκατοντάρχους ὡς καὶ ἐς τὰς βουλὰς αὐτοὺς τὰς ἐν ταῖς πατρίσι καταλέξων, ἐπήλπισε. τοῖς τε ὑποστρατήγοις ἄλλοις τε ἄλλα καὶ τῷ Ἀγρίππᾳ στέφανον χρυσοῦν ἐμβόλοις ἠσκημένον ἐδωρήσατο: μήτε 3 πρότερον μήτ᾽ αὖθις ἄλλῳ [4] τῳ ἐγένετο. καὶ ὅπως γε διὰ παντός, ὁσάκις οἵ τινα ἐπινίκια πέμψαντες τὸν στέφανον τὸν δάφνινον φοροῖεν, 4 ἐκεῖνος τούτῳ τῷ ναυκρατητικῷ 5 χρῷτο, δόγματι ὕστερον ἐβεβαιώθη. οὕτω μὲν τότε τοὺς στρατιώτας κατέστησε: καὶ τὸ μὲν ἀργύριον αὐτοῖς αὐτίκα, τὴν δὲ χώραν οὐ πολλῷ [5] ὕστερον ἔδωκεν. ἐπειδὴ γὰρ οὐκ ἐξήρκεσεν ἐν τῷ δημοσίῳ ἔτι τότε οὖσα, προσεξεπρίατο ἄλλην τε καὶ παρὰ Καμπανῶν τῶν ἐν τῇ Καπύῃ οἰκούντων συχνήν ῾καὶ γὰρ ἐποίκων πόλις πολλῶν ἐδεῖτὀ, καὶ αὐτοῖς τό τε ὕδωρ τὸ Ἰούλιον ὠνομασμένον, ἐφ᾽ 6 καὶ τὰ μάλιστα διὰ πάντων ἀγάλλονται, τήν τε χώραν τὴν Κνωσίαν, ἣν καὶ νῦν ἔτι καρποῦνται, ἀντέδωκε. [p. 370] [6] ταῦτα μὲν οὖν ὕστερον ἐγένετο: τότε δὲ τά τε ἐν τῇ Σικελίᾳ διῴκησε, καὶ τὴν Λιβύην ἑκατέραν ἀμαχεὶ διὰ Στατιλίου Ταύρου παρεστήσατο, τῷ τε Ἀντωνίῳ τὸν ἴσον ἀντὶ τῶν ἀπολομένων νεῶν

1 stratei/a| R. Steph., stratia=i LM.

2 nemei=n Bk., ne/mein LM.

3 mh/te Bk., mh/ LM.

4 foroi=en supplied by Bk.

5 naukrathtikw=| Reim., naukratikw=i LM.

6 e)f' (??) Reim., u(f' ou(= LM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: