previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

γυναῖκας δὲ πραγμάτων ἕνεκα καὶ δυνάμεως πλείονας ἔγημε μετὰ τὴν Ἀντιγόνης τελευτήν. καὶ γὰρ Αὐτολέοντος τοῦ Παιόνων βασιλέως ἔλαβε θυγατέρα, καὶ Βιρκένναν τὴν Βαρδύλλιος τοῦ Ἰλλυριῶν, καὶ Λάνασσαν τὴν Ἀγαθοκλέους τοῦ Συρακουσίου, προῖκα προσφερομένην αὐτῷ τὴν Κερκυραίων πόλιν ἡλωκυῖαν ὑπὸ Ἀγαθοκλέους, ἐκ μὲν οὖν Ἀντιγόνης [p. 370] Πτολεμαῖον υἱὸν ἔσχεν, ἐκ δὲ Λανάσσης Ἀλέξανδρον, Ἕλενον δὲ τὸν νεώτατον ἐκ Βιρκέννης. [2] καὶ πάντας ἀγαθοὺς ἐν τοῖς ὅπλοις ἐθρέψατο καὶ διαπύρους, εὐθὺς ἐκ γενετῆς ἐπὶ τοῦτο θηγομένους ὑπ᾽ αὐτοῦ, λέγεται γὰρ ὡς ἐρωτηθεὶς ὑφ᾽ ἑνὸς αὐτῶν ἔτι παιδὸς ὄντος, τίνι καταλείψει τὴν βασιλείαν, εἰπεῖν, ‘ὃς ἂν ὑμῶν τὴν μάχαιραν ὀξυτάτην 1 ἔχῃ.’ τοῦτο δὲ οὐδὲν ἀποδεῖ τῆς τραγικῆς ἀρᾶς ἐκείνης: ‘θηκτῷ σιδήρῳ δῶμα διαλαχεῖντοὺς ἀδελφούς, οὕτως ἄμικτός ἐστι καὶ θηριώδης τῆς πλεονεξίας ὑπόθεσις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: