previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


εἰσι φύσεως, καὶ ἀπὸ τῆς αὐτῶν τῶν ἀστέρων, καὶ ἔτι ἀπὸ τῆς πρὸς τὸν κόσμον σχέσεως, ἐπειδήπερ ἀπηλιωτικοὶ μὲν ὄντες ἀρρενοῦνται, λιβυκοὶ δὲ θηλύνονται πρὸς δὲ τούτοις ἀπὸ τῆς πρὸς τὸν ἥλιον, ἑῷοι μὲν γὰρ πάλιν ὄντες ἀρρενοῦνται, θηλύνονται δὲ ἑσπέριοι: δἰ ὧν πάντων τὴν κατὰ τὸ πλεῖστον ἐπικράτησιν τοῦ γένους προσήκει καταστοχάζεσθαι.


Περὶ διδυμογόνων Καὶ περὶ τῶν γεννωμένων δὲ ὁμοίως ἀνὰ δύο καὶ πλειόνων τοὺς αὐτοὺς δύο τόπους παρατηρεῖν προσήκει, τουτέστι τά τε δύο φῶτα καὶ τὸν ὡροσκόπον. παρακολουθεῖν δὲ εἴωθε τοῦτο τὸ σύμπτωμα παρὰ τὰς συγκράσεις, ὅταν οἱ δύο καὶ οἱ τρεῖς τόποι δίσωμα περιέχωσι ζῴδια, καὶ μάλιστα ὅταν καὶ οἱ οἰκοδεσπόζοντες αὐτῶν ἀστέρες τὸ αὐτὸ πάθωσιν τινες μὲν ἐν δισώμοις, τινὲς δὲ ἀνὰ δύο κείμενοι τυγχάνωσιν καὶ πλείους. ἐπὰν δὲ καὶ ἐν δισώμοις ὦσιν οἱ κύριοι τόποι καὶ κατὰ τὸ αὐτὸ [p. 258] πλείονες τῶν ἀστέρων συνεσχηματισμένοι, τότε καὶ πλείονα τῶν δύο κυΐσκεσθαι συμπίπτει, τοῦ μὲν πλήθους ἀπὸ τοῦ τὸ ἰδίωμα ποιοῦντος ἀστέρος τοῦ ἀριθμοῦ συνεικαζομένου, τοῦ δὲ γένους ἀπὸ τῶν συνεσχηματισμένων ἀστέρων τῷ τε ἡλίῳ καὶ τῇ σελήνῃ καὶ τῷ ὡροσκόπῳ πρὸς ἀρρενογονίαν θηλυγονίαν κατὰ τοὺς ἐν τοῖς ἔμπροσθεν εἰρημένους τρόπους. ὅταν δὲ τοιαύτη διάθεσις μὴ συμπεριλαμβάνῃ

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: