previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ τῆς σελήνης, ἐὰν μὲν ἐνδόξως ἔχῃ πρός τε τὸ κοσμικὸν καὶ τὰ κέντρα, ποιεῖ φιλοσωμάτους, ἰσχυρογνώμονας, βαθύφρονας, αὐστηρούς, μονογνώμονας, ἐπιμόχθους, ἐπιτακτικούς, κολαστικούς, περιουσιαστικούς, φιλοχρημάτους, βιαίους, θησαυριστικούς, φθονερούς. ἐναντίως δὲ καὶ ἀδόξως κείμενος ῥυπαρούς, μικρολόγους, μικροψύχους, ἀδιαφόρους, κακογνώμονας, βασκάνους, δειλούς, ἀνακεχωρηκότας, κακολόγους, φιλερήμους, φιλοθρήνους, ἀναιδεῖς, δεισιδαίμονας, φιλομόχθους, ἀστόργους, ἐπιβουλευτικοὺς τῶν οἰκείων, ἀνευφράντους, μισοσωμάτους. Τῷ δὲ τοῦ Διὸς κατὰ τὸν ἐκκείμενον τρόπον συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων πάλιν διαθέσεων ποιεῖ ἀγαθούς, τιμητικοὺς τῶν πρεσβυτέρων, καθεστῶτας, καλογνώμονας, ἐπικούρους, κριτικούς, φιλοκτήμονας, μεγαλοψύχους, μεταδοτικούς, εὐπροαιρέτους, φιλοικείους, πράους, συνετούς, ἀνεκτικούς, ἐμφιλοσόφους: ἐπὶ δὲ τῶν ἐναντίων ἀπειροκάλους, μανιώδεις, ψοφοδεεῖς, δεισιδαίμονας, ἱεροφοιτῶντας, [p. 342] ἐξαγορευτάς, ὑπόπτους, μισοτέκνους, ἀφίλους, ἐνδομύχους, ἀκρίτους, ἀπίστους, μωροκάκους, ἰώδεις, ὑποκριτικούς, ἀδρανεῖς, ἀφιλοτίμους, μεταμελητικούς, αὐστηρούς, δυσεντεύκτους, δυσπροσίτους, εὐλαβητικούς, εὐήθεις δ̓ ὁμοίως καὶ ἀνεξικάκους. Τῷ δὲ τοῦ Ἄρεως συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: