Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἢ χρώμασιν ἢ βαφαῖς ἢ ἀρώμασιν ἢ κόσμοις τὰς πράξεις ἔχοντας, οἷον μυροπώλας, στεφανηπλόκους, ἐκδοχέας, οἰνεμπόρους, φαρμακοπώλας, ὑφάντας, ἀρωματοπώλας, ζωγράφους, βαφέας, ἱματιοπώλας: κἂν μὲν ὁ τοῦ Κρόνου αὐτῷ μαρτυρήσῃ, ἐμπόρους τῶν πρὸς ἀπόλαυσιν καὶ κόσμον, γόητας δὲ καὶ φαρμακοὺς καὶ προαγωγοὺς καὶ τοὺς ἐκ τῶν ὁμοίων τούτοις πορίζοντας: ἐὰν δὲ ὁ τοῦ Διός, ἀθλητὰς στεφανηφόρους, τιμῶν καταξιουμένους, ὑπὸ θηλυκῶν προσώπων προβιβαζομένους. Ὁ δὲ τοῦ Ἄρεως μετὰ μὲν τοῦ ἡλίου συσχηματισθεὶς τοὺς διὰ πυρὸς ἐργαζομένους ποιεῖ, οἷον μαγείρους, χωνευτάς, καύστας, χαλκέας, μεταλλευτάς: χωρὶς δὲ τοῦ ἡλίου τυχών, τοὺς διὰ σιδήρου, οἷον ναυπηγούς, τέκτονας, γεωργούς, λατόμους, λιθοξόους, λιθουργούς, ξυλοσχίστας, ὑπουργούς: κἂν μὲν ὁ τοῦ Κρόνου αὐτῷ μαρτυρήσῃ, ναυτικούς, ἀντλητάς, ὑπονομευτάς, ζῳγράφους, θηριοτρόφους, μαγείρους, παρασχιστάς: ἐὰν δὲ ὁ τοῦ Διός, στρατιώτας, [p. 386] ὑπηρέτας, τελώνας, πανδοκέας, πορθμέας, θυσιουργούς. Πάλιν δὲ δύο τῶν τὰς πράξεις παρεχομένων εὑρεθέντων, ἐὰν μὲν ὁ τοῦ Ἑρμοῦ καὶ ὁ τῆς Ἀφροδίτης λάβωσι τὴν οἰκοδεσποτίαν, ἀπὸ Μούσης καὶ ὀργάνων καὶ μελωδιῶν ἢ ποιημάτων καὶ ῥυθμῶν ποιοῦσι τὰς πράξεις, καὶ μάλισθ̓ ὅταν τοὺς τόπους ὦσιν