previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δὲ καὶ Ἀφροδίτη συνεπιπλοκὰς διὰ συγγενικῶν προσώπων, ταχὺ μέντοι ψυχούσας: Κρόνος δὲ καὶ Ἑρμῆς συμβιώσεις καὶ κοινωνίας διὰ δόσιν καὶ λῆψιν καὶ ἐμπορίαν μυστήρια: Ζεὺς δὲ καὶ Ἄρης ἑταιρίας δἰ ἀξιωματικῶν οἰκονομικῶν: Ζεὺς δὲ καὶ Ἀφροδίτη φιλίας τὰς διὰ θηλυκῶν προσώπων τῶν ἐν ἱεροῖς θρησκειῶν χρησμῶν τῶν τοιούτων: Ζεὺς δὲ καὶ Ἑρμῆς συναναστροφὰς διὰ λόγους καὶ ἐπιστήμας καὶ προαίρεσιν φιλόσοφον: Ἄρης δὲ καὶ Ἀφροδίτη συνεπιπλοκὰς τὰς δἰ ἔρωτας καὶ μοιχείας νοθείας, ἐπισφαλεῖς δὲ καὶ οὐκ ἐπὶ πολὺ διευθηνούσας: Ἄρης δὲ καὶ Ἑρμῆς ἔχθρας καὶ περιβοησίας καὶ δίκας διὰ πραγμάτων φαρμάκων ἀφορμάς: Ἀφροδίτη δὲ καὶ Ἑρμῆς [p. 420] συμβιώσεις τὰς διὰ τέχνην τινὰ μοῦσαν σύστασιν ἀπὸ γραμμάτων θηλυκῶν προσώπων. Τὴν μὲν οὖν ἐπὶ τὸ μᾶλλον καὶ ἧττον ἐπίτασιν καὶ ἄνεσιν τῶν συναστριῶν τῶν ἐναντιώσεων διακριτέον ἐκ τῆς τῶν ἐπιλαμβανομένων τόπων πρὸς τοὺς πρώτους καὶ κυριωτάτους τέτταρας τόπους διαθέσεως: ἐπειδήπερ κατὰ κέντρων μὲν κλήρων τῶν φωτῶν τυχόντες ἐπιφανεστέρας ποιοῦσι τὰς ἐπισημασίας: ἀλλοτριωθέντες δὲ αὐτῶν ἀνεπιφάντους. τὴν δὲ ἐπὶ τὸ βλαβερώτερον ὠφελιμώτερον τοῖς ἑταίροις ἐκ τῆς τῶν ἐπιθεωρούντων ἀστέρων τοὺς εἰρημένους τόπους ἐπὶ τὸ ἀγαθὸν κακὸν ἰδιοτροπίας. Ἰδίως δὲ περὶ δούλων τόπος λόγος καὶ τῆς τῶν

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: