previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ τοῦ Λέοντος, τε Αἰγόκερως καὶ Ὑδροχόος, μετὰ τοῦ καὶ ταῦτα τὰ δωδεκατημόρια ψυχρὰ καὶ χειμερινὰ τυγχάνειν, καὶ ἔτι τὸν κατὰ διάμετρον συσχηματισμὸν ἀσύμφωνον πρὸς ἀγαθοποιίαν εἶναι. τῷ δὲ τοῦ Διὸς ὄντι εὐκράτῳ καὶ ὑπὸ τὴν τοῦ Κρόνου σφαῖραν ἐδόθη τὰ ἐχόμενα δύο τῶν προκειμένων πνευματικὰ ὄντα καὶ γόνιμα, τε Τοξότης καὶ οἱ Ἰχθῦς, κατὰ τριγωνικὴν πρὸς τὰ φῶτα διάστασιν, ἥτις ἐστὶ συμφώνου καὶ ἀγαθοποιοῦ σχηματισμοῦ. ἐφεξῆς δὲ τῷ τοῦ Ἄρεως ξηραντικῷ μᾶλλον ὄντι τὴν φύσιν καὶ ὑπὸ τὴν τοῦ Διὸς ἔχοντι τὴν σφαῖραν τὰ ἐχόμενα πάλιν ἐκείνων ἐδόθη δωδεκατημόρια τὴν ὁμοίαν ἔχοντα φύσιν, τε Σκορπίος καὶ Κριός, ἀκολούθως τῇ φθαρτικῇ καὶ ἀσυμφώνῳ ποιότητι, τὴν τετράγωνον πρὸς τὰ φῶτα ποιοῦντα διάστασιν. τῷ δὲ τῆς Ἀφροδίτης εὐκράτῳ τε ὄντι καὶ ὑπὸ τὸν τοῦ Ἄρεως τὰ ἐχόμενα ἐδόθη δύο ζῴδια γονιμώτατα ὄντα, αἵ τε Χηλαὶ καὶ Ταῦρος, τηροῦντα τὴν συμφωνίαν τῆς ἑξαγώνου [p. 82] διαστάσεως, καὶ ἐπειδήπερ οὐ πλέον δύο δωδεκατημορίων ἀστὴρ οὗτος ἐφ̓ ἑκάτερον τὸ πλεῖστον ἀφίσταται τοῦ ἡλίου: ἐπὶ τέλει δὲ τῷ τοῦ Ἑρμοῦ μηδεποτε πλέον ἑνὸς δωδεκατημορίου τὴν ἀπὸ τοῦ ἡλίου ἐφ̓ ἑκάτερα διάστασιν ποιουμένῳ καὶ ὑπὸ μὲν τοὺς ἄλλους ὄντι, σύνεγγυς δὲ μᾶλλόν πως ἀμφοτέρων τῶν φωτῶν, τὰ λοιπὰ καὶ συνεχῆ τοῖς ἐκείνων οἴκοις ἐδόθη δύο δωδεκατημόρια τό τε τῶν Διδύμων καὶ τὸ τῆς Παρθένου.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: