Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὴν ἀφ᾽ ὑγροῦ τροφὴν αὐτῶν καὶ γένεσιν.
οἴονται δὲ καὶ Ὅμηρον 1 ὥσπερ Θαλῆν μαθόντα παρ᾽
Αἰγυπτίων ὕδωρ ἀρχὴν ἁπάντων καὶ γένεσιν τίθεσθαι, τὸν γὰρ Ὠκεανὸν
Ὄσιριν εἶναι, τὴν δὲ Τηθὺν Ἶσιν, ὡς τιθηνουμένην πάντα καὶ
συνεκτρέφουσαν. καὶ γὰρ Ἕλληνες τὴν τοῦ σπέρματος πρόεσιν 2 ἀπουσίαν καλοῦσι καὶ συνουσίαν τὴν μῖξιν, καὶ τὸν υἱὸν ἀπὸ
τοῦ ὕδατος καὶ τοῦ ὗσαι: καὶ τὸν Διόνυσον ‘ὕην’ ὡς κύριον τῆς
ὑγρᾶς φύσεως, οὐχ ἕτερον ὄντα [p. 506] τοῦ Ὀσίριδος καὶ γὰρ
τὸν Ὄσιριν Ἑλλάνικος Ὄσιριν ἔοικεν 3 ἀκηκοέναι ὑπὸ τῶν ἱερέων
λεγόμενον: οὕτω γὰρ ὀνομάζων διατελεῖ τὸν θεόν, εἰκότως ἀπὸ τῆς φύσεως
4 καὶ τῆς εὑρέσεως. 5
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.