Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δείξαντα καὶ νόμους; θέμενον αὐτοῖς καὶ θεοὺς διδάξαντα 1 τιμᾶν: ὕστερον δὲ
γῆν πᾶσαν ἡμερούμενον ἐπελθεῖν, ἐλάχιστα
μὲν ὅπλων δεηθέντα, πειθοῖ δὲ τοὺς πλείστους καὶ λόγῳ μετ᾽ ᾠδῆς καὶ
πάσης μουσικῆς θελγομένους προσαγόμενον ὅθεν Ἕλλησι δόξαι Διονύσῳ τὸν
αὐτὸν εἶναι. Τυφῶνα δ᾽ ἀπόντος μὲν οὐδὲν νεωτερίζειν, διὰ τὸ τὴν
Ἶσιν εὖ μάλα φυλάττεσθαι καὶ προσέχειν
ἐγκρατῶς ἔχουσαν, 2 ἐπανελθόντι δὲ δόλον μηχανᾶσθαι, συνωμότας
ἄνδρας ἑβδομήκοντα καὶ δύο πεποιημένον καὶ συνεργὸν ἔχοντα βασίλισσαν ἐξ
Αἰθιοπίας παροῦσαν, ἣν ὀνομάζουσιν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.