Click on a word to bring up parses, dictionary entries, and frequency statistics
αὐτοῦ παραιτουμένου τινὰ τῶν φίλων πρὸς Ἱδριέα τὸν Κᾶρα, οὕτω: ‘Νικίας εἰ μὲν οὐκ ἀδικεῖ, ἄφες: εἰ δὲ ἀδικεῖ, ἐμοὶ ἄφες: πάντως δὲ ἄφες.’
ἐν μὲν οὖν τοῖς πλείστοις ὑπὲρ τῶν φίλων τοιοῦτος ὁ Ἀγησίλαος: ἔστι δὲ ὅπου πρὸς τὸ συμφέρον ἐχρῆτο τῷ καιρῷ μᾶλλον. ἀναζυγῆς γοῦν ποτε γενομένης θορυβωδεστέρας, ἀσθενοῦντα καταλιπὼν τὸν ἐρώμενον, ἐκείνου δεομένου καὶ ἀνακαλοῦντος μετὰ δακρύων αὐτόν, ἐπιστραφεὶς εἶπεν ‘ὡς χαλεπόν ἐστιν ἐλεεῖν ἅμα καὶ φρονεῖν.'’
δίαιταν δὲ τὴν περὶ τὸ σῶμα οὐδὲν ἀμείνονα τῶν συνόντων εἶχε, κόρου μὲν καὶ μέθης τὸ παράπαν ἀπεχόμενος, ὕπνῳ δὲ οὐ δεσπότῃ ἀλλ᾽ ἀρχομένῳ