Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ πρὸς αὐτὸν ἐληλύθαμεν, ἀλλὰ διαλεχθησόμενοι.’
Λάκωνά τινά τις μυσταγωγῶν ἠρώτα τί [p. 420] πράξας ἑαυτῷ σύνοιδεν ἀσεβέστατον, ὁ δέ, ‘γιγνώσκουσιν οἱ θεοί,’ ἔφη: ἐπικειμένου δὲ μᾶλλον καὶ λέγοντος, ‘πάντως σε δεῖ εἰπεῖν,’ ὁ Λάκων ἀντηρώτησε, ‘τίνι με δεῖ εἰπεῖν, σοὶ ἢ τῷ θεῷ,’ τοῦ δὲ εἰπόντος, ‘τῷ θεῷ,’ ‘σὺ τοίνυν,’ ἔφη, ‘ἀποχώρησον.’
ἕτερος νυκτὸς μνῆμα παριὼν καὶ φαντασιωθεὶς δαιμόνιόν τι ἐπέδραμε τῇ λόγχῃ διαράμενος, καὶ ἐναπερείδων εἶπε, ‘πῇ με φεύγεις, δὶς ἀποθανουμένη ψυχή;’ν
ἄλλος εὐξάμενος ἀπὸ τοῦ Λευκάτα ῥίπτειν ἑαυτὸν ἀνέβη καὶ ὑπέστρεψεν ἰδὼν τὸ ὕψος: ὀνειδιζόμενος