previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[290]

Εἷς δέ τις ἐξ αὐτῶν Ἀνανίας τοὔνομα, πονηρὸς ἀνὴρ καὶ κακοῦργος, εἰσηγεῖτο τοῖς πλήθεσι πανδημεὶ νηστείαν εἰς τὴν ἐπιοῦσαν τῷ θεῷ προθέσθαι καὶ κατὰ τὴν αὐτὴν ὥραν ἐκέλευεν εἰς τὸν αὐτὸν τόπον ἀνόπλους παρεῖναι τῷ θεῷ φανερὸν ποιήσοντας, ὅτι μὴ τῆς παρ᾽ ἐκείνου τυγχάνοντες βοηθείας πᾶν ὅπλον ἄχρηστον εἶναι νομίζουσιν. [291] ταῦτα δ᾽ ἔλεγεν οὐ δι᾽ εὐσέβειαν, ἀλλ᾽ ὑπὲρ τοῦ λαβεῖν ἄνοπλόν με καὶ τοὺς ἐμούς. κἀγὼ δι᾽ ἀνάγκην ὑπήκουον, μὴ δόξω καταφρονεῖν τῆς περὶ τὴν εὐσέβειαν ὑποθήκης. [292] ὡς οὖν ἀνεχωρήσαμεν ἐπὶ τὰ ἑαυτῶν, οἱ μὲν περὶ τὸν Ἰωνάθην γράφουσι τῷ Ἰωάννῃ πρὸς αὐτοὺς ἕωθεν ἀφικέσθαι κελεύοντες μεθ᾽ ὅσων ἂν στρατιωτῶν δυνηθῇ: λήψεσθαι γὰρ εὖ ἐμὲ ὑποχείριον καὶ ποιήσειν ὅπερ ἔχει δι᾽ εὐχῆς. δεξάμενος δὲ τὴν ἐπιστολὴν ἐκεῖνος ὑπακούειν ἔμελλεν. [293] ἐγὼ δὲ τῆς ἐπιούσης ἡμέρας δύο τῶν περὶ ἐμὲ σωματοφυλάκων τοὺς κατ᾽ ἀνδρείαν δοκιμωτάτους καὶ κατὰ πίστιν βεβαίους κελεύω ξιφίδια κρύψαντας ὑπὸ τὰς ἐσθῆτας ἐμοὶ συμπροελθεῖν, ἵν᾽ εἰ γένοιτο παρὰ τῶν ἐχθρῶν ἐπίθεσις ἀμυνώμεθα. θώρακα δ᾽ ἔλαβον αὐτὸς καὶ μάχαιραν ὑπεζωσάμην ὡς οἷόν τ᾽ ἦν ἀφανέστατα καὶ ἦλθον εἰς τὴν προσευχήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: