previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[313]

Δεξάμενοι δ᾽ ἐκεῖνοι τὴν ἐπιστολὴν καὶ ταραχθέντες οὐχὶ μετρίως μεταπέμπονται τὸν Ἰωάννην καὶ τοὺς ἐκ τῆς βουλῆς τῶν Τιβεριέων τούς τε πρωτεύοντας Γαβάρων, βουλήν τε προτιθέασιν σκοπεῖσθαι κελεύοντες, τί πρακτέον ἐστὶν αὐτοῖς. [314] Τιβεριεῦσι μὲν οὖν ἀντέχεσθαι μᾶλλον ἐδόκει τῶν πραγμάτων: οὐ δεῖν γὰρ ἔφασαν ἐγκαταλιπέσθαι τὴν πόλιν αὐτῶν ἅπαξ ἐκείνοις προστεθειμένην, ἄλλως τε μηδ᾽ ἐμοῦ μέλλοντος αὐτῶν ἀφέξεσθαι: τοῦτο γὰρ ὡς ἠπειληκότος ἐμοῦ κατεψεύδοντο. [315] δ᾽ Ἰωάννης οὐ μόνον τούτοις συνηρέσκετο, καὶ πορευθῆναι δὲ συνεβούλευεν αὐτῶν τοὺς δύο κατηγορήσοντάς μου πρὸς τὸ πλῆθος, ὅτι μὴ καλῶς τὰ κατὰ τὴν Γαλιλαίαν διοικῶ, καὶ πείσειν ῥᾳδίως αὐτοὺς ἔφη διά τε τὸ ἀξίωμα καὶ παντὸς πλήθους εὐτρέπτως ἔχοντος. [316] δόξαντος οὖν τοῦ Ἰωάννου κρατίστην εἰσενηνοχέναι γνώμην, ἔδοξε δύο μὲν ἀπιέναι πρὸς τοὺς Ἱεροσολυμίτας, Ἰωνάθην καὶ Ἀνανίαν, τοὺς ἑτέρους δὲ δύο μένοντας ἐν τῇ Τιβεριάδι καταλιπεῖν. συνεπηγάγοντο δὲ φυλακῆς ἕνεκα τῆς ἑαυτῶν ὁπλίτας ἑκατόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: