This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ταῦτα δ᾽ εἰπὼν δίδωσιν ἀναγνῶναι ψήφισμα τῷ γραμματεῖ μακρότερον μὲν τῆς Ἰλιάδος, κενότερον δὲ τῶν λόγων οὓς εἴωθε λέγειν, καὶ τοῦ βίου ὃν βεβίωκε, μεστὸν δ᾽ ἐλπίδων οὐκ ἐσομένων καὶ στρατοπέδων οὐδέποτε συλλεγησομένων. ἀπαγαγὼν δ᾽ ὑμᾶς ἄπωθεν ἀπὸ τοῦ κλέμματος καὶ ἀνακρεμάσας ἀπὸ τῶν ἐλπίδων, ἐνταῦθ᾽ ἤδη συστρέψας γράφει,1 ἑλέσθαι πρέσβεις εἰς Ἐρέτριαν, οἵτινες δεήσονται τῶν Ἐρετριέων, πάνυ γὰρ ἔδει δεηθῆναι, μηκέτι διδόναι τὴν σύνταξιν ὑμῖν, τὰ πέντε τάλαντα, ἀλλὰ Καλλίᾳ, καὶ πάλιν ἑτέρους2 εἰς Ὠρεόν,3 οἵτινες δεήσονται τὸν αὐτὸν Ἀθηναίοις καὶ φίλον καὶ ἐχθρὸν νομίζειν.4
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.