previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

28. ἀνιαθῇς παρὰ τοῦτο μηδέν. ἂν μὲν γάρ μοι πεισθῇς, καὶ πάνυ ἀγαπήσεις χωρίον τέ τι παραθαλασσίδιον ἔξω πάτου ἐκλεξάμενος, καὶ ἐν αὐτῷ γεωργῶν τε ἅμα καὶ συγγράφων τι, ὡς Ξενοφῶν, [2] ὡς Θουκυδίδης. τό τε γὰρ εἶδος τοῦτο τῆς σοφίας διαρκέστατόν ἐστι καὶ παντὶ μὲν ἀνδρὶ πάσῃ δὲ πολιτείᾳ ἁρμοδιώτατον, καὶ φυγὴ φέρει τινὰ σχολὴν γονιμωτέραν. ὥστ᾽ εἴπερ ὄντως ἀθάνατος καθάπερ ἐκεῖνοι γενέσθαι ἐθέλεις, ζήλωσον αὐτούς. [3] τά τε γὰρ ἐπιτήδεια ἀρκοῦντα ἔχεις καὶ οὔτ᾽ ἀξιώματός τινος προσδέῃ. εἰ γάρ τι καὶ ἐν τούτοις ἀγαθόν ἐστιν, ὑπάτευκας: καὶ πλέον οὐδὲν τοῖς καὶ δεύτερον καὶ τρίτον καὶ τέταρτον ἄρξασι, πλὴν γραμμάτων ἀριθμοῦ κενῶν, ὑπάρχει, μήτε ζῶντα μήτ᾽ ἀποθανόντα τινὰ ὠφελεῖ. [4] οὔκουν ἂν ἕλοιο οὔτε Κορουῖνος οὔτε Μάριος ἑπτάκις ὑπατεύσας μᾶλλον Κικέρων εἶναι. οὔτ᾽ αὖ ἡγεμονίας τινὸς ἐπιθυμεῖς, ὅς γε καὶ τὴν δοθεῖσάν σοι ἐξέστης, καταφρονήσας μὲν τῶν ἀπ᾽ αὐτῆς κερδῶν, καταφρονήσας δὲ καὶ τῆς ὀλιγοχρονίου τε καὶ ὑπευθύνου πᾶσι τοῖς συκοφαντεῖν [5] ἐθέλουσιν ἐξουσίας. καὶ ταῦτ᾽ εἶπον οὐχ ὅτι καὶ ἀναγκαῖόν τι 1 αὐτῶν πρὸς εὐδαιμονίαν ἐστίν, ἀλλ᾽ ὅτι καὶ ἐν τοῖς πολιτικοῖς, ἐπείπερ ἐχρῆν, ἱκανῶς ἐξήτασαι, ἵνα καὶ ἐξ ἐκείνων τὸ διάφορον τῶν βίων μαθὼν τὰ μὲν ἕλῃ τὰ δὲ ἀπώσῃ 2 καὶ τὰ μὲν διώξῃς τὰ δὲ φύγῃς. σμικρὸς γὰρ βίος [p. 258] ἡμῶν, καὶ δεῖ σε μὴ πάντα αὐτὸν ἄλλοις βιῶναι, [6] ἀλλ᾽ ἤδη τι καὶ σεαυτῷ χαρίσασθαι. σκέψαι δὲ ὅσον τε ἡσυχία τῆς ταραχῆς καὶ εὔροια 3 τῶν θορύβων τε ἐλευθερία τῆς δουλείας καὶ ἀσφάλεια τῶν κινδύνων διαφέρει, ἵν᾽ ἐπιθυμήσῃς ζῆσαι ὡς ἐγώ σοι παραινῶ.

οὕτω μὲν γὰρ εὐδαιμονήσεις, καί σου μέγα ὄνομα καὶ 4 τοῦτο ἀεὶ καὶ ζῶντος ἐπὶ τούτῳ καὶ

1 ti supplied by Oddey.

2 a)pw/sh| Dind., a)pwqh/sh| L.

3 eu)/roia R. Steph., eu)/reia L.

4 kai\ R. Steph., ei)= kai\ L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: