previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

30. καὶ Κικέρων μὲν ταῦτα ἀκούσας ῥᾴων 1 πως ἐγένετο, οὐ μέντοι καὶ ἐπὶ πολὺ ἔφυγεν, ἀλλὰ καὶ ὑπ᾽ αὐτοῦ τοῦ Πομπηίου τοῦ μάλιστα αὐτὸν ἐκβαλόντος κατήχθη. αἴτιον δὲ ὅτι Κλώδιος τόν τε Τιγράνην τὸν νεώτερον, ἐν δεσμοῖς ἔτι καὶ [2] τότε παρὰ Λουκίῳ Φλαουίῳ ὄντα, πεισθεὶς ὑπὸ χρημάτων ἐξήρπασε καὶ ἀφῆκε, καὶ τὸν Πομπήιον τόν τε Γαβίνιον ἀγανακτήσαντας ἐπὶ τούτῳ περιύβρισε, τοῖς τε ἀμφ᾽ αὐτοὺς οὖσι καὶ πληγὰς καὶ τραύματα ἔδωκε, καὶ τοῦ ὑπάτου τάς τε ῥάβδους συνέτριψε καὶ τὴν οὐσίαν καθιέρωσεν. [3] ὀργισθεὶς γὰρ διὰ ταῦθ᾽ Πομπήιος, ἄλλως τε καὶ ὅτι τῇ 2 ἐξουσίᾳ, ἣν αὐτὸς τοῖς δημάρχοις ἀπεδεδώκει, κατ᾽ αὐτοῦ Κλώδιος ἐκέχρητο, ἀνακαλέσασθαι τὸν Κικέρωνα ἠθέλησε, καὶ αὐτῷ τὴν κάθοδον εὐθὺς διὰ τοῦ Νιννίου πράττειν ἤρξατο. [4] καὶ ὃς ἐσήνεγκε μὲν ἐς τὸ βουλευτήριον τὴν ὑπὲρ αὐτοῦ γνώμην, ἀπόντα τὸν Κλώδιον τηρήσας: ἀντιστάντος δέ οἱ ἑτέρου τινὸς δημάρχου, ἐκείνην τε ὡς καὶ τῷ πλήθει κοινώσων ἐξέθηκε, καὶ τῷ Κλωδίῳ πρὸς πάντα καθάπαξ ἠναντιοῦτο. κἀκ τούτου καὶ φιλονεικίαι καὶ τραύματα ἀπ᾽ αὐτῶν [5] πολλὰ ἑκατέροις ἐγίγνετο. πρὶν δὲ ἐς τοῦτο ἀφικέσθαι, βουληθεὶς Κλώδιος τόν τε Κάτωνα ἐκποδών, ὅπως ῥᾷον ὅσα ἔπραττε κατορθώσῃ, ποιήσασθαι, καὶ τὸν Πτολεμαῖον τὸν 3 τότε τὴν Κύπρον ἔχοντα ἀμύνασθαι ὅτι αὐτὸν παρὰ τῶν [p. 262] καταποντιστῶν οὐκ ἐλύσατο, τήν τε νῆσον ἐδήμοσίωσε καὶ πρὸς τὴν διοίκησιν αὐτῆς τὸν Κάτωνα καὶ μάλα ἄκοντα ἀπέστειλε.

1 r(a/|wn Rk., r(aidi/ws L.

2 th=| Xyl., e)n L.

3 to\n added by Rk.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: