previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

24.

τὸ δ᾽ αὐτὸ τοῦτο καὶ περὶ τὴν φυγὴν ἔγωγε ὁρῶ ὄν. ἀποδημία γάρ τις ἄτιμός ἐστιν, ὥστ᾽ εἴπερ αὐτὴ καθ᾽ αὑτὴν ἀτιμία μηδεμίαν κακίαν [p. 248] ἔχει, οὐδὲ τῇ φυγῇ δήπου προστρίψασθαί τι [2] κακὸν δύναται, ἐπεὶ τήν γε ἄλλως συχνοὶ πλεῖστον ὅσον χρόνον οἱ μὲν ἄκοντες οἱ δὲ καὶ ἑκόντες ἀποδημοῦσι, καί τινες καὶ πάντα τὸν βίον καταναλίσκουσι περινοστοῦντες, ὥσπερ ἀεὶ πανταχόθεν ἐξελαυνόμενοι, καὶ οὐδὲν μέντοι παρὰ τοῦτο [3] βλάπτεσθαι νομίζουσιν. οὐ μὴν οὐδὲ διαφέρει τι ἑκούσιόν τινα μὴ τοῦτο ποιεῖν: οὐδὲ γὰρ οὐδ᾽ ἄκων σωμασκῶν ἧττόν τι ἔρρωται τοῦ ἐθελοντὶ αὐτὸ δρῶντος, οὐδ᾽ ἄκων ναυτιλλόμενος ἥττω 1 τινὰ ὠφελίαν τοῦ ἑτέρου κτᾶται. καὶ αὐτό γε τοῦτο τὸ ἀκούσιον οὐχ ὁρῶ δυνάμενον ἀνδρὶ [4] φρονίμῳ συμβῆναι. ὥστ᾽ εἴπερ ἐν τούτῳ τὸ διάφορον τοῦ τε εὖ καὶ τοῦ κακῶς πράττειν ἐστὶν ὅτι 2 τὰ μὲν ἐθελονταὶ ἑτοίμως τὰ δ᾽ ἄκοντες χαλεπῶς ποιοῦμεν, 3 εὐθεράπευτον: 4 ἐὰν γάρ τοι πάντα τὰ ἀναγκαῖα ἑκούσιοι ὑπομένωμεν καὶ πρὸς μηδὲν αὐτῶν ἡττώμεθα, συνανῄρηται 5 πάντα [5] κἀκεῖνα, ὅσα ἂν ἐν τῷ ἀκουσίῳ θῇ τις εἶναι. καὶ γάρ που καὶ ἀρχαῖος λόγος καὶ μάλα εὖ ἔχων ἐστὶν ὅτι δεῖ ἡμᾶς μὴ ὅσα ἂν βουλώμεθα ἀξιοῦν γίγνεσθαι, ἀλλ᾽ ὅσα ἂν ἔκ τινος ἀνάγκης γίγνηται βούλεσθαι. οὔτε γὰρ αὐθαίρετον τὸν τοῦ βίου τρόπον ἔχομεν οὔθ᾽ αὑτῶν 6 ἐσμέν: ἀλλ᾽ ὅπως ἂν [6] τῇ τύχῃ δόξῃ, καὶ ὁποῖος ἂν ἑκάστῳ ἡμῶν δαίμων ἐκπληρωτὴς τοῦ τεταγμένου δοθῇ, τοιοῦτον ἀνάγκη καὶ ἐκεῖνον ἡμᾶς ποιεῖσθαι.

1 h(/ttw Bs., h(/ttwna L.

2 o(/ti added by Leuncl.

3 poiou=men R. Steph., poiw=men L.

4 eu)qera/peuton R. Steph., eu)qera/peutos L.

5 sunanh/|rhtai Rk., sunanh/rthtai L.

6 ou)/q' au(tw=n R. Steph., ou)/t' au)tw=n L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: