previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

7. δ᾽ οὖν Μέτελλος Κέλερ τε Κάτων, καὶ Μᾶρκός τις δι᾽ αὐτὸν Φαουώνιος, ζηλωτὴς ἐς τὰ μάλιστα αὐτοῦ ὤν, τέως μὲν οὔτ᾽ ὤμοσαν 1 περὶ τοῦ νόμου ῾τοῦτο γὰρ ἀρξάμενόν ποτε, ὥσπερ εἶπον, καὶ ἐπὶ τῶν ἄλλων τῶν ἀτόπων ἐγίγνετὀ καὶ ἀπισχυρίζοντο, ἄλλως τε καὶ Μέτελλος ἐς τὸν Νουμιδικὸν ἀναφέρων, μηδέποτε [2] αὐτὸν συνεπαινέσειν: ὡς μέντοι ... ἡμέρα καὶ ἔμελλον τὰ 2 τεταγμένα ἐπιτίμια ὀφλήσειν, [p. 210] ὤμοσαν, ἤτοι κατὰ τὸ ἀνθρώπειον, ὑφ᾽ οὗ πολλοὶ ὑπισχνοῦνταί τέ τι καὶ ἀπειλοῦσι ῥᾷον καὶ τῷ ἔργῳ ἐπεξίασιν, καὶ ὅτι μάτην ζημιωθήσεσθαι ἔμελλον, μηδὲν ἐκ τῆς ἰσχυρογνωμοσύνης [3] σφῶν τὸ κοινὸν ὠφελήσαντες. 3 τε οὖν νόμος οὕτως ἐκυρώθη, καὶ προσέτι καὶ τῶν Καμπανῶν γῆ τοῖς τρία τε πλείω τε ἔτι τέκνα ἔχουσιν ἐδόθη. καὶ διὰ τοῦτο καὶ ἄποικος τῶν Ῥωμαίων Καπύη τότε πρῶτον ἐνομίσθη. [4] τὸ μὲν οὖν πλῆθος ἐκ τούτων Καῖσαρ ἀνηρτήσατο, τοὺς δ᾽ ἱππέας τὸ τριτημόριόν 4 σφισι τῶν τελῶν ἐμεμίσθωντο 5 ἀφείς: πᾶσαί τε γὰρ αἱ 6 τελωνίαι δι᾽ αὐτῶν ἐγίγνοντο, καὶ πολλάκις τῆς βουλῆς δεηθέντες ὅπως ἐκδικίας τινὸς τύχωσιν οὐχ εὕροντο, ἄλλων τε καὶ τοῦ Κάτωνος [5] ἀντιπραξάντων. ὡς δ᾽ οὖν καὶ τοῦτο τὸ ἔθνος μηδ᾽ ἀντειπόντος τινὸς ᾠκειώσατο, πρῶτον μὲν τὰ πραχθέντα 7 ὑπὸ τοῦ Πομπηίου πάντα, μήτε τοῦ Λουκούλλου μήτ᾽ ἄλλου τινὸς ἀντιστάντος, ἐβεβαίωσεν, ἔπειτα δὲ καὶ ἄλλα πολλὰ διενομοθέτησε [6] μηδενὸς ἐναντιουμένου. οὐδὲ γὰρ οὐδ᾽ Κάτων ἀντεῖπέ τι, καίπερ ἐν τῇ στρατηγίᾳ, ἣν μετὰ ταῦτα οὐ πολλῷ ὕστερον ἔσχε, μηδαμοῦ τῆς τῶν νόμων αὐτοῦ προσηγορίας, ὡς καὶ Ἰουλίων ἐπικαλουμένων, ἐπιμνησθείς: τὰ γὰρ δικαστήρια κατ᾽ αὐτοὺς ἀποκληρῶν 8 τὸ ὄνομα αὐτῶν γελοιότατα ἀπεκρύπτετο. τούτους μὲν οὖν, ὅτι πάμπολλοί τέ εἰσι καὶ [p. 212] οὐδ᾽ ὁτιοῦν τῇδε τῇ συγγραφῇ συμβάλλονται,

1 w)/mosan Rk., w)/mosa/n ti L.

2 ta\ added by St.

3 w)felh/santes Bk., w)felhqh/sesqai L.

4 trithmo/rio/n R. Steph., trithme/rion L.

5 e)memi/sqwnto Leuncl., e)memi/sqwto L.

6 ai( Bk., au)= L.

7 praxqe/nta Xyl., prostaxqe/nta L.

8 a)poklhrw=n Bk., a)peklh/roun L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: