previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

29. τελευτήσαντος ἔσται: ἂν δὲ δὴ τήν τε κάθοδον σπουδάσῃς καὶ τὴν ἐν τῇ πολιτείᾳ λαμπρότητα ζηλώσῃς, δυσχερὲς μὲν οὐδὲν εἰπεῖν βούλομαι, φοβοῦμαι δέ, ἔς τε τὰ πράγματα ἀποβλέπων καὶ τὴν σὴν παρρησίαν ἐννοῶν, τήν τε δύναμιν καὶ τὸ πλῆθος τῶν ἀντιστασιωτῶν σου θεωρῶν, [2] μήποτέ τι καὶ αὖθις σφαλῇς. καὶ εἰ μὲν ἐν φυγῇ γένοιο, μεταγνώσῃ μόνον, 1 εἰ δέ τι ἕτερον ἀνήκεστον πάθοις, οὐδὲ μετανοῆσαι δυνήσῃ. καίτοι πῶς μὲν οὐ δεινόν, πῶς δ᾽ οὐκ αἰσχρὸν ἀποτμηθῆναί τέ τινος τὴν κεφαλὴν καὶ ἐς τὴν ἀγορὰν τεθῆναι, κἂν οὕτω τύχῃ, καὶ ἄνδρα τινὰ αὐτῇ [3] καὶ γυναῖκα 2 ἐνυβρίσαι; καί με μὴ ὡς φαῦλά σοι οἰωνιζόμενον μισήσῃς, ἀλλ᾽ ὡς διοσημίαν τινὰ προδεικνύντα φύλαξαι. μηδέ σε ἐξαπατάτω 3 τοῦθ᾽, ὅτι καὶ φίλους τινὰς τῶν δυνατῶν ἔχεις: οὐδὲν γάρ σε ὠφελήσουσιν οἱ δοκοῦντες φιλεῖν πρὸς τοὺς ἐχθρῶς 4 διακειμένους, ὥσπερ [4] που καὶ πεπείρασαι. οἱ γὰρ δυναστείας ἐρῶντες παρ᾽ οὐδὲν 5 πάντα τἆλλα πρὸς τὸ τυχεῖν ὧν [p. 260] βούλονται τίθενται, ἀλλὰ καὶ τοὺς φιλτάτους καὶ τοὺς συγγενεστάτους πολλάκις ἀντὶ τῶν ἐχθίστων ἀντικαταλλάσσονται.

1 mo/non Bk., me\n L.

2 kai\ a)/ndra — kai\ gunai=ka Bk., ka)\n a). — ka)\n g. L.

3 e)capata/tw R. Steph., e)capa/tw L.

4 e)xqrw=s R. Steph., e)xqrou\s L.

5 ou)de\n Reim., ou)deni\ L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: