previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

11. δ᾽ ἤχθετο μὲν ἐπ᾽ αὐτοῖς ὥσπερ εἰκὸς ἦν, οὐ μὴν οὔτ᾽ εἶπεν οὔτ᾽ ἔπραξεν ὑβριστικὸν ἐς αὐτὸν οὐδέν, καίπερ ὑπατεύων. τοὺς γὰρ πολλοὺς ἔλεγε συχνὰ καὶ μάταια ἐξεπίτηδες ἐς τοὺς κρείττονάς σφων ἐς φιλονεικίαν αὐτοὺς ὑπάγοντας 1 . ... ἵν᾽ ἴσοι σφίσι καὶ ὅμοιοι, ἄν γέ τι ὁμοιότροπον [p. 218] ἀντακούσωσι, δόξωσιν εἶναι: καὶ οὐκ ἠξίου ἀντίπαλον [2] ἐκ τούτου οὐδένα ἑαυτῷ ποιεῖν. καὶ διὰ τοῦτο τοῖς τε ἄλλοις τοῖς τι προπηλακίζουσιν αὐτὸν οὕτω προσεφέρετο, καὶ τότε τὸν Κικέρωνα ὁρῶν οὐχ ἑαυτῷ τι τοσοῦτον λοιδορήσασθαι ἐθέλοντα ὅσον ἀντακοῦσαί τι τῶν ὁμοίων, ὥστε καὶ παρισωθῆναί οἱ, ἐπιθυμοῦντα, βραχύ τε αὐτοῦ ἐφρόντισε καὶ οὐδὲν ὧν ἔλεγε προσεποιήσατο, ἀλλ᾽ εἴα αὐτὸν ἀφθόνως, καθάπερ τισὶν [3] ἐπαίνοις ἑαυτοῦ, ταῖς λοιδορίαις χρῆσθαι. οὐ μέντοι καὶ παντάπασιν ὀλιγώρως αὐτοῦ ἔσχεν. ἐπιεικεστέραν μὲν γὰρ ὄντως φύσιν εἰλήχει, καὶ οὐ πάνυ ῥᾳδίως ἐθυμοῦτο: συχνοὺς δ᾽ οὖν, ἅτε καὶ ἐν τοσούτοις πράγμασιν, ἐδικαίου, οὐ μὴν ὥστε καὶ δι᾽ ὀργῆς καὶ παραχρῆμα πάντως αὐτὸ [4] ποιεῖν. θυμῷ μὲν δὴ οὐδὲν ἐχαρίζετο, τοῦ δὲ δὴ καιροῦ διεσκόπει, καὶ τούς γε πλείους οὐδὲ αἰσθανομένους μετῄει. οὐ γὰρ ὅπως δόξειεν ἀμύνεσθαί τινας ἔπρασσεν, ἀλλ᾽ ὅπως ὅτι ἀνεπιφθονώτατα πρὸς τὸ συμφέρον ἑαυτῷ πάντα διοικήσειε. καὶ διὰ τοῦτο καὶ ἀδήλως, καὶ ἐν οἷς [5] ἥκιστα ἄν τις προσεδόκησε, τὰς τιμωρίας ἐπῆγε, τῆς τε φήμης ἕνεκα, τοῦ μὴ δοκεῖν ὀργίλως ἔχειν, καὶ τοῦ μή τινα προαισθανόμενον προφυλάξασθαι καὶ προποιῆσαί τι δεινὸν αὐτόν, πρὶν παθεῖν, ἐπιχειρῆσαι. οὐ γὰρ τῶν ἤδη γεγονότων μᾶλλόν τι αὐτῷ ἔμελεν 2 ἵνα τὰ μέλλοντα κωλυθείη. 3 [6] κἀκ τούτου πολλοῖς μὲν καὶ τῶν μεγάλα αὐτὸν λυπησάντων συνεγίγνωσκεν καὶ ἐπὶ βραχὺ [p. 220] ἐπεξῄει, ὅτι οὐδὲν ἔτι κακουργήσειν αὐτοὺς ἐπίστευε: πολλοὺς δὲ καὶ ἐπὶ πλεῖον τοῦ καθήκοντος ἐς ἀσφάλειαν ἐτιμωρεῖτο, λέγων ὅτι τὸ μὲν ... οὐκ ἄν ποτε ἀγένητον ... τῆς κολάσεως ὑπερβολῇ πάντως τι δεινὸν πείσεται.

1 u(pa/gontas Bk., u(pagago/ntas L.

2 e)/melen R. Steph., e)/mellen L.

3 ta\ me/llonta kwluqei/h Rk., kai\ luqei/h L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: